Ancient Greek
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXIII.
Origen, Philocalia 14-6
Not analysed yet
14. Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέρας μηδαμῶς εἶναι ποιητικοὺς τῶν ἐν ἀνθρώποις, σημαντικοὺς δὲ μόνον. σαφὲς δή ὅτι εἰ ὅδε τις ὁ σχηματισμός τῶν ἀστέρων ποιητικός νομίζοιτο τῶνδέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον· ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον· οὐκ ἄν ὀ σήμερον φέρε εἰπεῖν γενόμενος σχη ματισμὸς περὶ τόνδε δύναιτο νοεῖσθαι πεποιηκέναι τα παρεληλυθότα περὶ ἕτερον ἢ καὶ περὶ ἑτέρους· πᾶν γάρ τὸ ποιοῦν πρεσβύτερον τοῦ πεποιημένου. ὅσον δὲ ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων, πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι νομίζεται περὶ τοὺς ἀνθρώπους. ἐπαγγέλλονται γὰρ τόνδε τινά τόπον τήν ὣραν λαβόυτες τοῦδε τοῦ ἀνθρώπου καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανωμένων κατὰ καθέτου, ἢ τῆσδε τῆς μοίρας τοῦ ζωδίου ἢ τῶν ἐν αὐτῷ λεπτῶν, καὶ ποῖος ἀστήρ τοῦ ζωδιακοῦ κατά τοὔ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζοντος, ποῖός τε κατὰ τοῦ δυτικοῦ, καὶ τίς κατά τοῦ μεσουρανήματος, καὶ τίς κατά τοῦ ἀντιμεσουρανήματος. καὶ ἐπάυ θῶσι τοὺς ἀστέρας, οὗς νομίζουσιν ἑαυτοῖς ἐσχηματικέναι, κατά τόν καιρὸν τῆς τοῦ δεῖνος γενέσεως ἐσχηματισμένους οὑτωσὶ, τῷ χρΟνῳ τῆς ἀποτέξεως τοῦ περὶ σἦ σκοποῦσιν, οὐ μόνον τά μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα, καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενημένα· περὶ πατρός, ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τό σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἦ πολυκτήμων, τήνδε τήν πρᾶξιν ἢ τήνδε ἔχων· τά δʼ αὐτὰ καὶ περὶ τῆς μητρός, καὶ περὶ πρεσβυτέρων ἀδελφῶν, ἐάν τύχωσιν ὄντες.