Ancient Greek · ~7 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, I.
Origen, Philocalia 17
Not analysed yet
17. Τίς γοῦν νοῦν ἔχων οἰήσεται πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν, ἑκπεραν τε καὶ πρωίαν, χωρὶς ἡλίου γεγονέναι καὶ σελήνης καὶ ἀστέρων; τὴυ δὲ οἱουεὶ πρώτην καὶ χωρὶς οὐρανοῦ; τίς δʼ οὕτως ἠλίθιος ὡς οἰηθῆναι τρόπον ἀνθρώπου γεωργοῦ τὸν θεὸν πεφυτευκέναι παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ξύλον ζωῆς ἐν αὐτῷ πεποιηκέναι ὁρατὸν καὶ αἰσθητὸν, ὥστε διὰ τῶν σωματικῶν ὀδόντων γευσάμενον τοῦ καρποῦ τὸ ζῆν ἀναλαμβάνειν· καὶ πάλιν καλοῦ καὶ πονηροῦ μετέχειν τινὰ παρὰ τὸ μεμασῆσθαι τὸ ἀπὸ τοῦδε τοῦ ξύλου λαμβανόμενον; ἐάν δὲ καὶ θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ περιπατεῖν λέγηται, καὶ ὁ Ἀδὰμ ὑπὸ τὰ ξύλον κρύπτεσθαι· οὐκ οἶμαι διστάξειν τινὰ περὶ τοῦ αὐτὰ τροπικῶς διὰ δοκούσης ἱστορίας, καὶ οὐ σωματικῶς γεγενημένης, μηνύειν τινὰ μυστήρια. ἀλλὰ καὶ Κάιν ἐξερχόμενος ἀπὸ προσώπου τοῦ θεοῦ σαφῶς τοῖς ἐπιστήσασι φαίνεται κινεῖν τὸυ ἐντυγχάνοντα ζητεῖν πρόσωπον θεοῦ καὶ ἐξέρχεσθαί τινα ἀπʼ αὐτοῦ. καὶ τί δεῖ πλείω λέγειν, τῶν μὴ πάνυ ἀμβλέων μυρία ὅσα τοιαῦτα δυναμένων συναγαγεῖν, ἀναγεγραμμένα μὲν ὡς γεγονότα, οὐ γεγενημένα δὲ κατὰ τὴν λέξιν; ἀλλὰ καὶ τὰ εὐαγγέλια δὲ τοῦ αὑτοῦ εἴδους τῶν λόγων πεπλήρωται εἰς ὑψηλὸν ὄρος τόν Ἰησοῦν ἀναβιβάζοντος τοῦ διαβόλου, ἵνʼ ἐκεῖθεν αὐτῷ δείξῃ τοῦ παντὸς κόσμου τὸς βασιλείας καὶ τὴν δόξαν αὐτῶν. τίς γὰρ οὐκ ἂν τῶν μὴ παρέργως ἀναγινωσκόντων τὰ τοιαῦτα καταγινώσκοι τῶν οἰομένων τῷ τῆς σαρκὸς ὀφθαλμῷ, δεηθέντι ὕψους ὑπὲρ τοῦ κατανοηθῆναι δύνασθαι τὰ κατωτέρω καὶ ὑποκείμενα, ἔωρᾶσθαι τὴν Περσῶν καὶ Σκυθῶν καὶ Ἰνδῶν καὶ Παρθυαίων βασιλείαν, καὶ ὡς δοξάζονται παρὰ ἀνθρώποις οἱ βασιλεύοντες; παραπλησίως δὲ τούτοις καὶ ἄλλα μυρία ἀπὸ τῶν εὐαγγελίων ἔνεστι τὸν ἀκριβοῦντα τηρῆσαι, ὑπὲρ τοῦ συγκαταθέσθαι συνυφαίνεσθαι ταῖς κατὰ τό ῥητὸν γεγενημέναις ἱστορίαις ἕτερα μὴ συμβεβηκότα.