Ancient Greek · ~4 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXIII.
Origen, Philocalia 19-6
Not analysed yet
19. Νῦν γὰρ, ώς πρὸς τὴν λέξιν, τὸ προφητικὸν ἐξειλήφαμεν. εἰ δέ φησιν ὁ Ἰακώβ ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ τὰ συμβησόμενα τοῖς υἱοῖς αὐτοῦ, καὶ ὅσον ἐπὶ τούτῳ ἀντιλέγοι τις ἄν μῖν ὅτι ἐναντία οἶς εἰρήκαμεν δηλοῦται διὰ τῆς γραφής· ἐλέγομεν γὰρ ἄνθρωπον ἀκαταλήπτως ἔχειν τῶν σημείων, ὁ δὲ Ἰακώβ φησιν ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· ἀπολογησόμεθα ὄτι οἱ καθʼ ἡμᾶς σοφοὶ, πνεύματι περισσοτέρῳ χρησάμενοι τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἀνθρωπίνως θείως δὲ διδάσκονιαι τὰ ἀπόρρητα· ὥσπερ ὁ Παῦλος, λέγων· Ἤκούσα ἄρρητα ῥήματα ἄ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ἴσασι γὰρ τροπῶν ἀλλαγὰς καὶ μεταβολάς καιρῶν, ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις, οὐκ ἀπʼ ἀνθρώπων οὐδὲ ὄἰ ἀνθρώπων, ἀλλὰ τοῦ πνεύματος ἀποκαλύπτοντος αὐτοῖς καὶ καθαρῶς, ὡς θέλει ὁ θεὸς, τὸ θεῖα ἀπαγγέλλοντος. καὶ ἄλλως δὲ ὁ Ἰακώβ μείζων ἢ κατά ἄνθρωπον ἦν, πτερνίζων τόν ἀδελφὸν αὐτοῦ, καὶ ὁμολογῶν ἐν αὐτῇ ταύτῃ τῇ βίβλῳ ἀφʼ ἦς παρεθέμεθα τό· Ἀνέγνων ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· εἶναι ἀρχιχιλίαρχος δυνάμεως κυρίου, καὶ ὄνομα πάλαι κεκτημένος Τσραήλʼ ὅπερ ἐν σώματι λειτουργῶν ἀναγνωρίζει, ὑπομιμνήσκοντος αὐτὸυ τοῦ ἀρχαγγέλου Οὐριήλ.