Ancient Greek · ~9 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXV.
Origen, Philocalia 2-21
Not analysed yet
2. Πρόσχωμεν ὄην τῇ τάξει τῶν λεγομένων. δικαιοῖ ὁ θεὸς καλέσας πρότερον, οὐκ ἄυ δικαιώσας οὗς μή ἐκάλεσεν· καλεῖ δὲ πρὸ τῆς κλήσεως προορίσας, οὐκ ἄν καλέσας οὗς μὴ προώρισεν· καὶ ἔστιν αὐτῷ ἀρχή τῆς κλήσεως καὶ τῆς δικαιώσεως οὐχ ὀ προορισμός· οὗτος γὰρ εἰ ἦν ἀρχὴ τῶν ἑξῆς, κἄν πιθανώτατα ἐκράτουν οἱ παρεισάγοντες τὸν περὶ φύσεως ἄτοπον λόγον· ἀνωτέρω δέ ἐστι τοῦ προορισμοῦ ἠ πρόγνωσις· Οὕς γὰρ προέγνω, φησὶ, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. προενατενίσας οὖν ὁ θεὸς τῷ εἱρμῷ τῶν ἐσομένων, καὶ κατανοήσας ῥοπήν τοῦ ἐφʼ ἡμῖν τῶνδέ τινων ἐπὶ εὐσέβειαν καὶ ὁρμὴν ἐπὶ ταύτην μετά τὴν ῥοπήν, καὶ ὡς ὅλοι ἑαυτοὺς ἐπιδώσουσι τῷ κατʼ ἀρετὴν ζῆν, προέγνω αὐτοὺς, γινώσκων μὲν τὰ ἐνιστάμενα προγινώσκων δὲ τὰ μέλλοντα· καὶ οὕς οὐτω προέγνω, προώρισεν συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ υοῦ αὐτοῦ. ἔστιν οὖν τις ὁ υἱὸς τοῦ θεοῦ, εἰκὼν τυγχάνων τοῦ θεοῦ τοῦ ἀοράτου, καὶ τούτου εἰκών ή λεγομένη εἰκών τοῦ υἱοῦ τοῦ θεοῦ· ἥντινα νομίζομεν εἶναι ἥν ἀνέλαβεν φυχήν ὁ υἱός τοῦ θεοῦ ἀνθρωπίνην, γενομένην διὸ τὴν ἀρετὴν τῆς εἰκόνος τοῦ θεοῦ εἰκόνα. ταύτης δὲ, ἥν οἰμεθα εἰκόνος εἰκόνα εἶναι τοῦ θεοῦ, συμμόρφους προώρισεν γενέσθαι ὁ θεός, σὕς διὰ τήν περὶ αὐτῶν πρόγνωσιν προώρισεν. οὐ νομιστέον τοίνυν εἶναι τῶν ἐσομένων αἰτίαν τὴν πρόγνωσιν τοῦ θεοῦ· ἀλλʼ ἐπεὶ ἔμελλεν γίνεσθαι κατʼ ἰδίας ὁρμὰς τοῦ ποιοῦντος, διὰ τοῦτο προέγνω, εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν· καὶ ὡς εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν τούσδε μέν τινας προέγνι καὶ προώρισεν συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, ἄλίοῦ δὲ εἶδεν ἀπηλλοτριωμένους. ἐὰν δέ τις ἀνθυποφέρῃ πρός ταῦτα, εἰ δυνατόν ἐστι μὴ γενέσθαι ἅ τοιάδε ἔσεσθαι προεγίνωσκεν ὁ θεός· φήσομεν ὅτι δυνατόν μὲν μὴ γενέσθαι· οὐχὶ δὲ, εἰ δυνατὸν μὴ γενέσθαι, ἀνάγκη μὴ γενέσθαι ἢ γενέσθαι· καὶ γίνεται οὐ πάντως ἐξ ἀνάγκης, ἀλλὰ δυνατοῦ ὄντος καὶ τοῦ αὐτὰ μὴ γενέσθαι. τῆς δὲ λογικῆς ἔχεται ἐντρεχείας τε καὶ θεωρίας ὁ περὶ τῶν δυνατῶν τόπος, ἴνα ὁ σμήξας ἑαυτοῦ τὸ ὄμμα τῆς φυχῆς δυνηθῇ τῇ λεπτότητι τῶν ἀποδείξεων παρακολουθήσας κατανοήσαι, πῶς καὶ μέχρι τῶν τυχόντων οὐκ ἐμποδίζεται τὸ εἶναί τι εἰς πολλά δυνατόν, ἑνὸς ἐκ τῶν πολλῶν ὄντος τοῦ ἐσομένου, καὶ οὐ κατὰ ἀνάγκην ἐσομένου· προεγνωσμένου τε οὑτωσὶ, ὅτι ἔσται μὲν οὐκ ἐξ ἀνάγκης δὲ ἔσται, ἀλλʼ ἐνδεχομένου τυγχάνοντος τοῦ μὴ γενέσθαι ἔσται τὸ οὐ στοχαστικῶς εἰρημένον ἀλλʼ ἀληθῶς προεγνωσμένον.