Ancient Greek · ~5 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, I.
Origen, Philocalia 23
Not analysed yet
23. Καὶ ἵνα μὴ ἐπιδιατρίβωμεν τῷ λόγῳ τῷ περὶ τοῦ ἐν κρυπτῷ Ἰουδαίου καὶ τῷ περὶ τοῦ ἔσω ἀνθρώπου Ἰσραηλίτου, καὶ τούτων αὐταρκῶν ὄντων τοῖς μὴ ἀκέντροις, ἐπὶ τὸ προκείμενον ἐπανερχόμεθα, καί φαμεν τὸν Ἰακὼβ πατέρα εἶναι τῶν δώδεκα πατριαρχῶν, κἀκείνους τῶν δημάρχων, καὶ ἔτι ἐκείνους τῶν ἐξῆς Ἰσραηλιτῶν. ἄρʼ οὗν οἱ μὲν σωματικοὶ Ἰσραηλῖται τὴν ἀναγωγήν ἔχουσιν ἐπὶ τοὺς δημάρχους, καὶ οἱ δήμαρχοι πρὸς τοὺς πατριάρχας, οἱ δὲ πατριάρχαι πρός τὸν Ἰακὼβ καὶ τοὺς ἔτι ἀνωτέρω· οἱ δὲ νοητοὶ Ἰσραηλῖται, ὥν τύπος ἦσαν οἱ σωματικοὶ, οὐχὶ ἐκ δήμων εἰσὶ, τῶν δήμων ἐκ φυλῶν ἐληλυθότων, καὶ τῶν φυλῶν ἀπό ἑνός τινος, γένεσιν οὐ τοιαύτην σωματικήν ἔχοντος, ἀλλὰ τὴν κρείττονα, γεγενημένου κἀκείνου ἐκ τοῦ Ἰσαὰκ, καταβεβηκότος κἀκείνου ἐκ τοῦ Ἀβραὰμ, πάντων ἀναγομένων ἐπὶ τὸν Ἀδάμ, ὅν ὁ ἀπόστολος εἶναί φησι τὸν χριστόν; πᾶσα γὰρ ἀρχὴ πατριῶν τῶν ὡς πρὸς τὸν τῶν ὅλων θεὸν κατωτέρω ἀπὸ Χριστοῦ ἤρξατο τοῦ μετὰ τὸν τῶν ὅλων θεὸν καὶ πατέρα οὕτω πατρὸς ὄντος πάσης ψυχῆς, ὡς ὁ Ἀδάμ πατήρ ἐστι πάντων τῶν ἀνθρώπων. εἰ δὲ καὶ ἡ Εὔα ἐπιτέτευκται τῷ Παύλῳ εἰς τὴν ἐκκλησίαν ἀναγομένη, οὐ θαυμαστὸν, τοῦ Κάιν ἐκ τῆς Εὔας γεγενημένου, καὶ πάντων τῶν ἑξῆς τὴν ἀναγωγὴν ἐχόντων ἐπὶ τὴν Εὕαν, ἐκτυπώματα τῆς ἐκκλησίας τυγχάνειν· πάντων ἀπό τῆς ἐκκλησίας προηγουμένῳ λόγ γεγενημένων.