Ancient Greek · ~5 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, I.
Origen, Philocalia 25
Not analysed yet
25. Εἰ τοίνυν αἱ προφητεῖαι αἱ περὶ Ἰουδαίας καὶ περὶ Ἰερουσαλὴμ καὶ Ἰσραὴλ καὶ Ἰούδα καὶ Ἰακὼβ, μὴ σαρκίνως μῶν ἐκλαμβανόντων ταῦτα, μυστήρια τοιάδε τινὰ ὑποβάλλουσιν, ἀκόλουθον ἄν εἴη καὶ τὰς προφητείας τὰς περὶ Αἰγύπτου καὶ Aἰγυπτίων, καὶ Βαβυλῶνος καὶ Βαβυλωνίων, καὶ Τύρου καὶ Τυρίων, καὶ Σιδῶνος καὶ Σιδωνίων, ἢ τῶν λοιπῶν ἐθνῶν, μὴ μόνον περὶ τῶν σωματικῶν τούτων Aἰγυπτίων καὶ Βαβυλωνίων καὶ Τυρίων καὶ Σιδωνίων προφητεύειν. εἰ γὰρ Ἰσραηλῖται νοητοὶ, ἀκόλουθον καὶ Aἰγυπτίους εἶναι νοητοὺς καὶ Βαβυλωνίους. οὐδὲ γὰρ πάνυ ἁρμόζει τὰ ἐν τῷ Ἰεζεκιὴλ λεγόμενα περὶ Φαραὼ βασιλέως Αἰγύπτου ἀνθρώπου τινὸς ἄρξαντος ἦ ἄρξοντος τῆς Αἰγύπτου λέγεσθαι, ὡς δῆλον ἔσται τοῖς παρατηρουμένοις. ὁμοίως τὰ περὶ τοῦ ἄρχοντος Τύρου οὐ δύναται νοεῖσθαι περί τινος ἀνθρώπου ἄρξοντος τῆς Τύρου. καὶ τὰ περὶ τοῦ Ναβουχοδονόσορ πολλαχοῦ λεγόμενα, καὶ μάλιστα ἐν τῷ Ἠσαίᾳ, οἶόν τε ἐκλαβεῖν περὶ τοῦ ἀνθρώπου ἐκείνου; οὔτε γὰρ ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ, οὐδὲ ἑωσφόρος ἦν, οὐδὲ πρωὶ ἀνέτελλεν ἐπὶ τὴν γῆν ὀ Nαβουχοδονόσορ ὁ ἄνθρωπος. οὐ μὴν οὐδὲ τὰ λεγόμενα ἐν τῷ Ἰεζεκιὴλ περὶ Αἰγύπτου, ὡς τεσσαράκοντα ἔτεσιν ἐρημωθησομένης ὥστε πόδα ἀνθρώπου μὴ εὑρεθῆναι ἐκεῖ, καὶ ὡς ἐπὶ τοσοῦτον πολεμηθησομένης ποτὲ ὥστε διʼ ὅλης αὐτῆς τὸ οἶμα γενέσθαι μέχρι τῶν γονάτων, νοῦν τις ἔχων ἐκλήψεται περὶ τῆς παρακειμένης Αἰγύπτου τοῖς τὰ σώματα ὑπὸ ἡλίου μεμελασμένοις Αἰθίοψι. καὶ Μεθʼ ἕτερα·