Ancient Greek · ~5 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, I.
Origen, Philocalia 27
Not analysed yet
27. Κέκρυπται δὲ, ὡς ἡγούμεθα, ἐν ταῖς ἱστορίαις ταῦτα. καὶ γὰρ ἡ βασιλεία τῶν οὐρανῶν ὁμοία ἐστὶ θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὅν ὁ εὑρὼν ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. καὶ ἐπιστήσωμεν εἰ μὴ τὸ βλεπόμενον τῆς γραφῆς, καὶ τὸ ἐπιπόλαιον αὐτῆς καὶ πρόχειρον, ὁ πᾶς ἐστιν ἀγρὸς πλήρης παντοδαπῶν τυγχάνων φυτῶν· τὰ δὲ ἐναποκείμενα καὶ οὐ πᾶσιν ὁρώμενα, ἀλλʼ ὡσπερεὶ ὑπὸ τὰ βλεπόμενα φυτὰ κατορωρυγμένα, οἰ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι· οὕστινας τὸ πνεῦμα διὰ τοῦ Ἠσαίου σκοτεινοὺς καὶ ἀοράτους καὶ ἀποκρύφους καλεῖ· δεομένους ἴνʼ εὑρέθωσι θεοῦ τοῦ μόνου δυναμένου τὰς κρυπτούσας αὐτοὺς χαλκᾶς πύλας συντρίψαι, καὶ τοὺς σιδηροῦς ἐπικειμένους ταῖς θύραις μοχλοὺς συνθλάσαι· ἵνʼ εὑρεθῇ πάντα τὰ ἐν τῇ Γενέσει περὶ τῶν διαφόρων ἀληθινῶν ψυχῆς γενῶν καὶ οἱονεὶ σπερμάτων . ἐγγύς που τοῦ Ἰσραὴλ ἢ πόρρω τυγχανόντων, καὶ ἡ ἐς Αἴγυπτον κάθοδος τῶν ἑβδομήκοντα ψυχῶν, ὅπως ἐκεῖ γένωνται ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. ἀλλʼ ἐπεὶ οὐ πάντες οἱ ἐξ αὐτῶν φῶς εἰσὶ τοῦ κόσμου· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· γίνονται ἐκ τῶν ἑβδομήκοντα καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.