Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXII.
Origen, Philocalia 3-12
Not analysed yet
3. Πῶς δὲ καὶ κατά τίνας ἐπικρατείας διειλημμένα τὰ μέρη τῆς γῆς διοικεῖται ὑπὸ τῶν ἐποπτευόντων αὑτά, ὁ βουλόμενος διηγησάσθω· ἀπαγγειλάτω δὲ ἡμῖν καὶ πῶς ὀρθῶς πράττεται τὰ παρʼ ἑκάστοις δρώμενα, ὅπη τοῖς ἐπόπταις ἐστὶ φίλον· καὶ εἰ ὀρθῶς ἔχουσι φέρʼ εἰπεῖν οἱ Σκυθῶν περὶ ἀναιρέσεως πατέρων νόμοι· ἢ οἱ Περσῶν μὴ κωλύοντες γαμεῖσθαι τοῖς οἰκείοις παισὶ τὰς μητέρας μηδὲ ὑπὸ τῶν πατέρων τὰς ἑαυτῶν θυγατέρας. καὶ τί με δεῖ ἐπιλεγόμενον ἀπό τῶν πραγματευσαμένων περὶ τῶν ἐν τοῖς διαφόροις ἔθυεσι νόμων προσαπορεῖν, πῶς παρʼ ἑκάστοις ὀρθῶς πράττονται καθώς τοῖς ἐπόπταις φίλον οἱ νόμοι; λεγέτω δʼ ἡμῖν ὁ Κέλσος πῶς οὐχ ὅσιον παραλύειν νόμους πατρίους περὶ τοῦ γαμεῖν μητέρας καὶ θυγατέρας, ἢ περὶ τοῦ μακάριον εἶναι ἀγχόνῃ τόν βίον ἐξελθεῖν, ἢ πάντως καθαίρεσθαι τοὺς ἑαυτοὺς παραδιδόντας τῷ πυρὶ καὶ τῇ διὰ πυρὸς ἀπαλλαγῇ τῇ ἀπὸ τοῦ βίου· καὶ πῶς οὐχ ὅσιον παραλύειν νόμους τοὺς φέρʼ εἰπεῖν παρά Ταύροις περὶ τοῦ ἱερεῖα τοὺς ξένους προσάγεσθαι τῇ Ἀρτέμιδι, ἢ παρὰ Λιβύων τισὶ περὶ τοῦ καταθύειν τὰ τέκνα τῷ Κρόνῳ. πλήν ἀκολουθεῖ τῷ Κέλσῳ τὸ μὴ ὅσιον εἶναι Ἰουδαίοις παραλύειν νόμους πατρίους, τοὺς περὶ τοῦ μὴ δεῖν ἄλλον τινὰ σέβειν θεὸν παρὰ τὸν τῶν ὅλων δημιουργόν. καὶ ἔσται κατʼ αὐτὸν οὐ φύσει τὸ ὅσιον, ἀλλά τινι θέσει καὶ νομίσει θεῖον· ὅσιον γὰρ παρά τοῖσδε μὲν σέβειν κροκόδειλον καὶ ἐσθίειν τῶν παρʼ ἂλλοις τι προσκυνουμένων· καὶ ὅσιου ἑτέροις τὸ σέβειν τὸν μόσχον, καὶ παρʼ ἄλλοις τὸν τράγον νομίζειν θεόν. οὕτω δʼ ἔσται ὁ αὐτὸς ὅαια μὲν ποιῶν ὡς πρός τούσδε τοὺς νόμους, ἀνόσια δὲ ὡς πρὸς ἑτέρους· ὅπερ ἐστὶ πάνιων ἀτοπώτατον.