Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, IX.
Origen, Philocalia 3-4
Not analysed yet
3. Οὕτω τοίνυν καὶ νῆν χωρὶς μὲν νόμου τοῦ τῆς φύσεως δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη δὲ ὑπὸ νόμου Μωσέως καὶ τῶν προφητῶν. εἴποιμεν δʼ ἂν πρός τοὺς ἔτι ὀκνοῦντας παραδέξασθαι τὸ διττὸν σημαινόμενον τοῦ νόμου, ὅτι εἴπερ ὁ αὐτὸς νόμος παρείληπται ἔν τε τῷ· Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται· καὶ ἐν τῷ· Μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· εἰ μὲν χωρὶς νόμου πεφανέρωται, οὐχ ὑπὸ νόμου μαρτυρεῖται· εἰ δὲ ὑπὸ τοῦ νόμου μαρτυρεῖται, οὐ χωρὶς νόμου πεφανέρωται. τῇ τοίνυν δικαιοσύνῃ τοῦ θεοῦ φανερουμένῃ ὑπὸ Ἰησοῦ Χριστοῦ μαρτυρεῖ οὐδαμῶς μὲν ὁ τῆς φύσεως νόμος· μικρότερος γάρ ἐστιν αὑτῆς· ὁ δὲ Μωσέως νόμος, οὐ τὸ γράμμα ἀλλὰ τὸ πνεῦμα, καὶ οἱ ἀνάλογον τῷ πνεύματι τοῦ νόμου προφῆται, καὶ ὁ ἐν αὐτοῖς πνευματικός λόγος. διὸ χρὴ ἐπιμελῶς τὸν ἀναγινώσκοντα τὴν θείαν γραφὴν τηρεῖν ὅτι οὐ πάντως ταῖς αὐταῖς λέξεσιν ἐπὶ τῶν αὐτῶν πραγμάτων χρῶνται αἱ γραφαί· τοῦτο δὲ ποιοῦσιν, ὁτὲ μὲν παρὰ τὴν ὁμωνυμίαν, ὁτὲ δὲ παρὰ τὴν τροπολογίαν, καὶ ἔσθʼ ὅτε παρὰ τήν σύμφρασιν ἀπαιτοῦσαν ἁλλως τῇ λέξει χρήσασθαι ἐν τοῖσδέ τισιν ἢ ὡς κεῖται ἐν ἑτέροις. καὶ τοῦτο ἐὰν ἐπιμελῶς παραφυλαττώμεθα, πολλῶν σφαλμάτων ἀπαλλαττόμεθα καὶ παρεκδοχῶν. χρὴ οὖν εἰδέναι ὅτι τὸ Ἕώρακεν οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀεὶ κεῖται, ἀλλʼ ὁτὲ μὲν ἐπὶ τοῦ σωματικοῦ ὀρᾶν, ὁτὲ δὲ ἀντὶ τοῦ νοεῖν, καθόλου γὰρ τοῦτο ἰστέον, ὅτι προκειμένου κρύψαι καὶ μὴ φανερῶς ἐκθέσθαι τὰ νοήματα τῆς ἀληθείας τῷ ἐν τοῖς προφήταις πνεύματι καὶ ἐν τοῖς ἀποστόλοις Χριστοῦ λόγῳ, πολλαχοῦ καὶ ὑπὸ τῆς φράσεως συγχεῖται καὶ οὐχ ὡς ὑπὸ μίαν λέγεται ἀκολουθίαν ἴνα μὴ καὶ ἀνάξιοι εἰς κρίμα τῆς ἑαυτῶν ψυχῆς εὕρωσι τὰ συμφερόντως αὐτοῖς ἀποκεκρυμμένα. καὶ τοῦτο πολλαχοῦ αἴτιόν ἐστι τοῦ δοκεῖν μὴ ἔχειν σύνταξιν μηδὲ ἀκολουθίαν τὴν ὅλην γραφήν· καὶ μάλιστα, ὡς προείπομεν, τὴν προφητικὴν καὶ τὴν ἀποστολικήν· καὶ μάλιστα τῆς ἀποστολικῆς τὴν πρὸς φωμαίους ἐπιστολήν, ἐν ἧ τὰ περὶ νόμου διαφόρως ὀνομάζεται, καὶ ἐπὶ διαφόρων πραγμάτων κείμενα· ὥστε δοκεῖν ὅτι οὐκ ἔχεται ὁ Παῦλος ἐν τῇ γραφῇ τῆς ἐπιστολῆς τοῦ προκειμένου αὐτῷ σκοποῦ.