Ancient Greek · ~5 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, V.
Origen, Philocalia 4-2
Not analysed yet
4. Ε τοίνυν ἀληθὲς τό· Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν· ἀληθὲς δὲ καὶ τὸ μὴ τμαρτηκέναι πολλὰ περὶ τῶν προειρημένων τὸν Σολομῶντα ἀπαγγείλαντα, μηδὲ τὸν Παῦλον παρατείναντα μέχρι μεσονυκτίου, ζητητέον τίς ἡ πολυλογία, κἀκεῖθεν μεταβατέον ἐπὶ τὸ ἰδεῖν τίνα τὰ πολλὰ βιβλία. ὁ πᾶς δὴ λόγος τοῦ θεοῦ, λόγος ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν, οὐ πολυλογία ἐστὶν, οὐ γὰρ λόγοι· λόγος γὰρ εἶς συνεστὼς ἐκ πλειόνων θεωρημάτων, ὥν ἕκαστον θεώρημα μέρος ἐστὶ τοῦ ὅλου λόγου οἱ δὲ ἔξω τούτου ἐπαγγελλόμενοι περιέχειν διέξοδον καὶ ἀπαγγελίαν ὅποίαν δήποτε, εἰ καὶ ὡς περὶ ἀληθείας εἰσὶ λόγοι, καὶ παραδοξότερόν γε ἐρῶ, οὐδεὶς αὐτῶν λόγος, ἀλλʼ ἕκαστοι λόγοι. οὐδαμοῦ γὰρ ἡ μονὰς, καὶ οὐδαμοῦ τὸ σύμφωνον καὶ ἕν, ἀλλὰ παρὰ τὸ διεσπᾶσθαι καὶ μάχεσθαι τὸ ἕν ἀπʼ ἐκείνων ἀπώλετο, καὶ γεγόνασιν ἀριθμοὶ, καὶ τάχα ἀριθμοὶ ἄπειροι· ὥστε κατὰ τοῦτʼ ἄν ἡμᾶς εἰπεῖν, ὅτι ὁ φθεγγόμενος ὅ δήποτε τῆς θεοσεβείας ἀλλότριον πολυλογεῖ, ὁ δὲ λέγων τὰ τῆς ἀληθείας, κἄν εἴπῃ τὰ πάντα ὡς μηδὲν παραλιπεῖν, ἔνα ἀεὶ λέγει λόγον, καὶ οὐ πολυλογοῦσιν οἱ ἅγιοι τοῦ σκοποῦ τοῦ κατά τὸν ἔνα ἐχόμενοι λόγον. εἰ τοίνυν ἡ πολυλογία ἐκ τῶν δογμάτων κρίνεται καὶ οὐκ ἐκ τῆς τῶν πολλῶν λέξεων ἀπαγγελίας, ὅρα εἰ οὕτω δυνάμεθα ἕν βιβλίον τὰ πάντα ἄγια εἰπεῖν, πολλὰ δὲ τά ἔξω τούτων.