Ancient Greek · ~4 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XIX.
Origen, Philocalia 4-8
Not analysed yet
4. Ἐπεὶ δʼ ἐγκαλεῖ ἡμῖν, οὐκ οἶδʼ ἤδη ὁποσάκις, περὶ τοῦ Ἰησοῦ ὅτι ‘ἐκ θνητοῦ σώματος ὄντα θεὸν νομίζομεν, καὶ ἐν τούτῳ ὅσια δρᾷν δοκοῦμεν· ᾿περισσὸν μὲν τὸ ἔτι πρὶς τοῦτο λέγειν· πλείονα γὰρ ἐν τοῖς ἀνωτέρω λέλεκται. ὅμως δὲ ἴστωσαν οἱ ἐγκαλοῦντες ὅτι, ὃν μὲν νομίζομεν καὶ πεπείσμεθα ἀρχῆθεν εἶναι θεὸν καὶ υἴὸν θεοῦ, οὗτος ὁ αὐτολόγος ἐστὶ καὶ ἡ αὐτοσοφία καὶ ἡ αὐτοαλήθεια· τὸ δὲ θνητὸν αὐτοῦ σῶμα καὶ τὴν ἀνθρωπίνην ἐν αὐτῷ ψυχὴν τῇ πρὸς ἐκεῖνον οὐ μόνον κοινωνίᾳ ἀλλὰ καὶ ἑνώσει καὶ ἀνακράσει τὰ μέγιστά φαμεν προσειληφέναι, καὶ τῆς ἐκείνου θειότητος κεκοινωνηκότα εἰς θεὸν μεταβεβληκέναι. ἐὰν δέ τις προσκόπτῃ καὶ περὶ τοῦ σώματος αὐτοῦ ταῦθʼ ἡμῶν λεγόντων· ἐπιστησάτω τοῖς ὑπὸ Ἐλλήνων λεγομένοις περὶ τῆς τῷ ἰδίῳ λόγῳ ἀποίου ὕλης ποιότητας ἀμπισκομένης ὁποίας ὁ δημιουργὸς βούλεται αὐτῇ περιτιθέναι, καὶ πολλάκις τὰς μὲν προτέρας ἀποτιθεμένης κρείττονας δὲ καὶ διαφόρους ἀναλαμβανούσης. εἰ γὰρ ὑγιῇ τὰ τοιαῦτα, τί θαυμαστὸν τὴν ποιότητα τοῦ θυητοῦ κατὰ τὸ τοῦ Ἰησοῦ σῶμα προνοίᾳ θεοῦ βουληθέντος μεταβαλεῖν εἰς αἰθέριον καὶ θείαν ποιότητα;