Ancient Greek · ~4 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XVIII.
Origen, Philocalia 5-6
Not analysed yet
5. Ἔστωσαν δὲ τῷ Κέλσῳ τοῦ περὶ τῶν ἐκπυρώσεων καὶ ἐξυδατώσεων μύθου διδάσκαλοι οἱ κατʼ αὐτὸν σοφώτατοι Αἰγύπτιοι, ὧν τῆς σοφίας ἴχνη ἄλογα ζῶα προσκυνούμενα καὶ λόγοι παριστάντες εὔλογον εἶναι καὶ ἀνακεχωρηκυῖάν τινα καὶ μυστικὴν τὴν τοιαύτην τοῦ θείου θεραπείαν. κἂν μὲν Αἰγύπτιοι περὶ τῶν ζώων σεμνύνοντες ἑαυτῶν τὸν λόγον θεολογίας φέρωσι, σοφοί εἰσιν· ἐὰν δὲ ὁ τῷ Ἰουδαίων συγκαταθέμενος νόμῳ καὶ νομοθέτῃ πάντα ἀναφέρῃ ἐπὶ τὸν τῶν ὅλων δημιουργὸν μόνον θεὸν, ἥττων εἶναι παρὰ Κέλσῳ καὶ τοῖς ὁμοίοις αὐτῷ λογίζεται τοῦ μὴ εἰς λογικὰ μόνον καὶ θνητὰ ζῶα, ἀλλὰ καὶ εἰς ἄλογα κατάγοντος τὴν θεότητα, ὑπὲρ τὴν μυθικὴν μετενσωμάτωσιν, τὴν περὶ τῆς πιπτούσης ἀπὸ τῶν ἀφίδων τοῦ οὐρανοῦ φυχῆς καὶ ἕως τῶν ἀλόγων ζώων, οὐ μόνον ἡμέρων ἀλλὰ καὶ ἀγριωτάτων, καταβαινούσης. καὶ ἐὰν μὲν Αἱγύπτιοι μυθολογῶσι, πιστεύονται πεφιλοσοφηκέναι δι᾿ αἰνιγμῶν καὶ ἀπορρήτων· ἐὰν δὲ Μωσῆς ὅλῳ ἔθνει συγγράφων ἱστορίας καὶ νόμους αὐτοῖς καταλίπῃ, μῦθοι κενοὶ νομίζονται μηδʼ ἀλληγορίαν ἐπιδεχόμενοι οἱ λόγοι αὐτοῦ. τοῦτο γὰρ Κέλσῳ καὶ τοῖς Ἐπικουρείοις δοκεῖ.