Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXII.
Origen, Philocalia 5-9
Not analysed yet
5. Διὰ τούτων δὲ ὁδεύειν δοκεῖ τῷ Κέλσῳ ὁ λόγος ἐπὶ τὸ ‘δεῖν πάντας ἀνθρώπους κατά τὰ πάτρια ζῆν, οὐκ ἂν μεμφθέντας ἐπὶ τούτῳ· χριστιανοὺς δὲ τὰ πάτρια καταλιπόντας, καὶ οὐχ ἔν τι τυγχάνοντας ἔθυος ὡς Ἰουδαῖοι, ἐγκλήτως προστίθεσθαι τῇ τοῦ Ἰησοῦ διδασκαλίᾳ.’ λεγέτω οὖν ἡμῖν, πότερον καθηκόντως οἱ φιλοσοφοῦντες καὶ διδασκόμενοι μὴ δεισιδαιμονεῖν καταλείφουσι τὰ πάτρια, ὡς καὶ φαγεῖν τῶν ἀπηγορευμένων ἐν ταῖς πατρίσιν αὐτῶν· ἢ παρὰ τὸ καθῆκον τοῦτο πράξουσιν; εἰ μὲν γὰρ διὰ φιλοσοφίαν καὶ τὰ κατὰ δεισιδαιμονίας μαθήματα οὐ φυλάττοντες τὰ πάτρια καὶ φάγοιεν ἄν τῶν ἀπηγορευμένων αὐτοῖς ἐκ πατέρων, διὰ τί οὐχὶ καὶ χριστιανοὶ, λόγου αἱροῦντος μὴ τευτάζειν περὶ τὰ ἀγάλματα καὶ τὰ ἱδρύματα ἂ καὶ περὶ τὰ δημιουργήματα τοῦ θεοῦ, ἀλλʼ ὑπεραναβαίνειν καὶ τήν ψυχὴν παριστάνειν τῷ δημιουργῷ, τὸ ἀνάλογον ποιοῦντες τοῖς φιλοσοφοῦσιν ἀνεγκλήτως τοῦτο πράττοιεν; εἰ δʼ ὑπὲρ τοῦ φυλάξαι τὴν προκειμένην αὐτῷ ὑπόθεσιν ὁ Κέλσος ἐρεῖ ἢ οἱ συνευδοκοῦντες τοῖς αὐτοῦ, ὅτι καὶ φιλοσοφήσας τις τηρήσει τὰ πάτρια· ὥρα φιλοσόφους γελοιοτάτους φέρʼ εἰπεῖν ἐν Αἰγυπτίοις γενέσθαι φυλαττομένους ἐμφαγεῖν κρομύων, ἴνα τὰ πάτρια τηρῶσιν, ἢ μορίων τινῶν τοῦ σώματος οἶου κεφαλῆς καὶ ὤμου, ἴνα μὴ παραβαίνωσι τὰ ὑπὸ πατέρων αὐτοῖς παραδοθέντα. οὗτως οὖν καὶ ὁ ὑπὸ τοῦ λόγου προσαχθεὶς ἐπὶ τὸ σέβειν τόν τῶν ὅλων θεὸν, καὶ διά τὰ πάτρια κάτω που μένων παρά τοῖς ἀγάλμασι καὶ τοῖς ἀνθρωπίνοις δρύμασι καὶ μή βουλόμενος ἀναβῆναι τῇ προαιρέσει πρὸς τὸν δημιουργὸν, παραπλήσιος ἂν γένοιτο τοῖς μαθοῦσι μὲν τὰ φιλοσοφίας, φοβουμένοις δὲ τὰ μή φοβερὰ καὶ νομίζουσιν ἀσέβειαν εἶναι τὸ τοιῶνδε ἐμφαγεῖν.