Ancient Greek · ~12 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXI.
Origen, Philocalia 5.1
Not analysed yet
5. Ὅτι δὲ ἡμέτερον ἔργον τὸ βιῶσαι καλῶς ἐστὶ, καὶ αἰτεῖ ἡμᾶς τοῦτο ὁ θεὸς, ὡς οὐκ αὐτοῦ ὃν οὐδὲ ἐξ ἑτέρου τινὸς παραγινόμενον ἢ, ὡς οἴονταί τινες, ἀπὸ εἱμαρμένης, ἀλλʼ ὡς ἡμέτερον ἔργον, μαρτυρήσει ὁ προφήτης Μιχαίας λέγων· Εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; ἢ τί κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλʼ ἢ τὸ ποιεῖν κρίμα καὶ ἀγαπζν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου θεοῦ σου; καὶ Μωσῆς· Τέθεικα πρὸ προσώπου σου τὴν ὁδόν τῆς ζωῆς καὶ τήν ὀδὸν τοῦ θανάτου· ἔκλεξαι τὸ ἀγαθὸν καὶ πορεύου ἐν αὐτῷ. καὶ σαίας· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα. καὶ ἐν τοῖς ψαλμοῖς· Εἰ ὁ λαός μου ἤκουσέ μου, καὶ Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἄν τὴν χεῖρά μου· ὡς ἐπὶ τῷ λαῷ ὄντος τοῦ ἀκούειν καὶ πορεύεσθαι ταῖς ὁδοῖς τοῦ θεοῦ. καὶ ὁ σωτὴρ δὲ λέγων τό· Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· καί· Ὅτι ὃς ἂν ὀργισθῇ τῷ ἀδελφῷ, ἔνοχος ἔσται τῇ κρίσει· καί· Ὃε ἐάν ἐμβλέφῃ γυναῖκα πρὸς τὸ ἐπιθυμήσαι, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ. καὶ εἴ τινα ἄλλην δίδωσιν ἐντολὴν, φησὶν ὡς ἐφʼ ἡμῖν ὄντος τοῦ φυλάξαι τὰ προστεταγμένα· καὶ εὐλόγως, ἐνόχων ἡμῶν τῇ κρίσει ἐσομένων εἰ παραβαίνοιμεν αὐτά. ὅθεν καὶ, Πᾶς, φησὶν, ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν· καὶ τὰ ἑξῆς· Ὁ δὲ ἀκούων καὶ μή ποιῶν ὅμοιός ἐστιν ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον· καὶ τὰ ἐξῆς. καὶ λέγων δὲ τοῖς ἐκ δεξιῶν· Δεῦτε πρός με, οἱ εὐλογημένοι τοῦ πατρός μου· καὶ τά ἑξῆς· ἐπείνασα γὰρ καὶ ἐδόκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με· σφόδρα σαφῶς ὡς αἰτίοις οὖσι τοῦ ἐπαινεῖσθαι δίδωσι τὰς ἐπαγγελίας. καὶ ἐκ τοῦ ἐναντίου τοῖς ἑτέροις, ὡς ψεκτοῖς παρʼ αὐτοὺς, λέγει τό· Πορεύεσθε οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον. ἴδωμεν δὲ πῶς καὶ ὁ Παῦλος ὡς αὐτεξουσίοις ἡῖν διαλέγεται καὶ ἑαυτοῖς αἰτίοις τυγχάνουσιν ἀπωλείας ἢ σωτηρίας. Ἢτοῦ πλούτου γὰρ, φησὶ, τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τό χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατά δὲ τήν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ, ὅς ἀποδώσει ἑκάστῳ κατὰ τά ἔργα αὐτοῦ· τοῖς μὲν καθʼ ὑπομονήν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμήν καὶ ἀφθαρσίαν ζητοῦσι ζωήν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ ὀργή καὶ θυμός, θλίψις καὶ στενοχωρία, ἐπὶ πάσαν ψυχήν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰοὐδαίου τε πρῶτον καὶ Ἕλληνος· δόξα δὲ καὶ τιμή καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, οὐδαίῳ τε πρῶτον καὶ Ἕλληνι. μυρία μὲν οὖν ἔστιν ἐν ταῖς γραφαῖς σφόδρα σαφῶς παριστῶντα τὸ αὐτεξούσιον.