Ancient Greek · ~9 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXI.
Origen, Philocalia 6-7
Not analysed yet
6. Ἐπεὶ δὲ εἰς τὸ ἐναντίον, τουτέστι τὸ μὴ ἐφʼ ἡμῖν τυγχάνειν τηρεῖν τὰς ἐντολάς καὶ σώζεσθαι, καὶ τὸ παραβαίνειν αὐτάς καὶ ἀπόλλυσθαι, περισπῷ ῥητά τινα ἀπό τῆς παλαιᾶς καὶ τῆς καινῆς· φέρε ἀπὸ μέρους καὶ ἐκ τούτων παραθέμενοι θεασώμεθα αὐτῶν τὰς λύσεις, ἴνα ἀφʼ ὧν παρατιθέμεθα κατὰ τὸ ὅμοιον ἐκλεξάμενός τις ἑαυτῷ πάντα τὰ δοκοῦντα ἀναιρεῖν τὸ αὐτεξούσιον ἐπισκέφηται τὰ περὶ τῆς λύσεως αὐτῶν. καὶ δὴ πολλοὴς κεκίνηκε τὰ περὶ τοῦ Φαραὼ, περὶ οὖ χρηματίζων ὁ θεός φησιν· Ἐγώ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ· πλεονάκις. εἰ γὰρ ὑπὸ θεοῦ σκληρύνεται, καὶ διὰ τό σκληρύνεσθαι ἁμαρτάνει, οὐκ αὐτός ἑαυτῷ τῆς ἁμαρτίας αἴτιος· εἰ δὲ τοῦτο, οὐδὲ αὐτεξούσιος ὁ Φαραώ· καὶ φήσει τις ὅτι ἐκ τοῦ ὁμοίου οἱ ἀπολλύμενοι οὐκ αὐτεξούσιοι οὐδὲ παρʼ ἑαυτοὺς ἀπολοῦνται. καὶ ἐν τῷ Ἰεζεκιῆλ δὲ λεγόμενον τό· Ἐξελῶ αὐτῶν τὰς λιθίνας καρδίας καὶ ἐμβαλῶ σαρκίνας, ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωσι· κινήσαι ἄν τινα ὡς τοῦ θεοῦ διδόντος τὸ πορεύεσθαι ἐν ταῖς ἐντολαῖς καὶ φυλάσσειν τά δικαιώματα, ἐν τῷ τὸ ἐμποδίζον ὑπεξῃρηκέναι, τήν λιθίνην καρδίαν, καὶ τὸ κρεῖττον ἐντεθεικέναι, τὴν σαρκίνην. ἴδωμεν δὲ καὶ τὸ ἐκ τοῦ εὐαγγελίου, τί ὁ σωτὴρ ἀποκρίνεται πρὸς τούς πυθομένους, διὰ τί ἐν παραβολαῖς τοῖς πολλοῖς λαλεῖ· Ἵνα, φησὶν, βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς. ἔτι δὲ καὶ παρὰ τῷ Παύλῳ τό· Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. καὶ ἐν ἄλλοις· Καὶ τὸ θέλειν δὲ καὶ τὸ ἐνεργεῖν ἐκ τοῦ θεοῦ ἐστίν. καὶ ἐν ἄλλοις· Ἄρʼ οὗν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει ἐρεῖς μοι οὖν, τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; καί· Ἡ πεισμονὴ ἐκ τοῦ καλοῦντος, καὶ οὐκ ἐξ ἡμῶν. Mενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; καὶ πάλιν· Μὴ ἐρεῖ τό πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; ταῦτα γὰρ καθʼ ἑαυτὰ ἱκανά ἐστι τοὺς πολλοὺς ἐκταράξαι, ὡς οὐκ ὄντος τοῦ ἀνθρώπου αὐτεξουσίου, ἀλλὰ τοῦ θεοῦ σώζοντος καὶ ἀπολλύντος οὓς ἐὰν αὐτὸς βούληται.