Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, V.
Origen, Philocalia 6-2
Not analysed yet
6. Παρατηρητέον πρὸς τούτοις εἰ δύναται ἀποδεικτικὸν τοῦ τὰ ἅγια μίαν τυγχάνειν βίβλον, τὰ δὲ ἐναντίως ἔχοντα πολλὰς, τὸ ἐπὶ μὲν τῶν ζώντων μίαν εἶναι τὴν βίβλον, ἀφʼ ἧς ἀπαλείφονται οἱ ἀνάξιοι αὐτῆς γεγενημένοι, ὡς γέραπται· Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων· ἐπὶ δὲ τῶν κρίσει ὑποκειμένων βίβλους φέρεσθαι· φησὶ γάρ ὁ Δανιήλ· Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. τῷ δὲ ἑνικῷ τῆς θείας βίβλου καὶ Μωσῆς μαρτυρεῖ, λέγων· Εἰ μὲν ἀφῇς τῷ λαῷ τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειφόν με ἐκ τῆς βίβλου σου ἦς ἔγραψας. ἐγὼ καὶ τὸ παρὰ τῷ Ἠσαία οὕτως ἐκλαμβάνω οὐ γὰρ ἴδιον τῆς τούτου προφητείας τὸ εἶναι τοὺς λόγους τοῦ βιβλίου ἐσφραγισμένους, μήτε ὑπὸ τοῦ μὴ ἐπισταμένου γράμματα ἀναγινωσκομένους διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα, μήτε ὑπὸ τοῦ ἐπισταμένου διά τὸ ἐσφραγίσθαι τὴν βίβλον. ἀλλὰ καὶ τοῦτο ἐπὶ πάσης γραφῆς ἀληθεύεται, δεομένης τοῦ κλείσαντος λόγου καὶ ἀνοίξοντος· Οὗτος γὰρ κλείσει καὶ οὐδεὶς ἀνοίξει· καὶ ἐπὰν ἀνοίξῃ οὐκέτι οὐδεὶς ἀπορίαν δύναται τῇ ἀπʼ αὐτοῦ σαφηνείᾳ προσενεγκεῖν· διὰ τοῦτο λέγεται ὅτι ἀνοίξει καὶ οὐδεὶς κλείσει. τὸ παραπλήσιον δὲ καὶ ἐπὶ τῆς εἰρημένης βίβλου παρὰ τῷ Ἰεζεκιήλ ἐκλαμβάνω, ἐν ᾖ ἐγέγραπτο θρῆνος καὶ μέλος καὶ οὐαί. πᾶσα γὰρ βίβλος περιέχει τὸ τῶν ἀπολλυμένων οὐαὶ, καὶ τὸ περὶ τῶν σωζομένων μέλος, καὶ τὸν περὶ τῶν μεταξὺ θρῆνον. ἀλλὰ καὶ ὁ ἐσθίων Ἰωάννης μίαν κεφαλίδα, ἐν ᾗ γέγραπται τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν, τὴν πᾶσαν νενόηκε γραφὴν ὡς βίβλον μίαν, ἡδίστην κατὰ τὰς ἀρχὰς νοουμένην ὅτε τις αὐτὴν μασᾶται, πικρὰν δὲ τῇ ἑκάστου τῶν ἐγνωκότων συναισθήσει τῇ περὶ ἑαυτοῦ ἀναφαινομένην. ἔτι προσθήσω εἰς τὴν τούτου ἀπόδειξιν ῥητὸν ἀποστολικὸν μὴ νενοημένον ὑπὸ τῶν Μαρκίωνος, καὶ διὰ τοῦτο ἀθετούντων τὰ εὐαγγέλια· τὸ γὰρ τὸν ἀπόστολον λέγειν· Κατὰ τὸ εὐαγγέλιόν μου ἐν Χριστῷ Ἰησοῦ, καὶ μὴ φάσκειν εὐαγγέλια, ἐκεῖνοι ἐφιστάντες φασὶν οὐκ ἄν πλειόνων ὄντων εὐαγγελίων τὸν ἀπόστολον ἑνικῶς τὸ εὐαγγέλιον εἰρηκέναι, οὐ συνιέντες ὅτι, ὡς εἶς ἐστὶν ὃν εὐαγγελίζονται πλείονες, οὕτως ἔν ἐστι τῇ δυνάμει τὸ ὑπὸ τῶν πολλῶν εὐαγγέλιον ἀναγεγραμμένον, καὶ τὸ ἀληθῶς διὰ τεσσάρων ἔν ἐστιν εὐαγγέλιον.