Ancient Greek · ~12 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXΙV.
Origen, Philocalia 8.1
Not analysed yet
8. Βραχέα δέ σου καὶ περὶ τῆς ὑλης αὐτῆς πυθέσθαι βούλομαι· καί μοι φέρων λέγε, πότερον ἁπλῆ τις ἢν ἠ ὕλη ἢ σύνθετος; ἠ γὰρ διαφορά τῶν γεγονότων εἰς τοιαύτην με περιΐστησιν ἐξέτασιν τοῦδε τοῦ λόγου. εἰ γάρ ἁπλῆ τις ἐτύγχανεν ἡ ὕλη καὶ μονοειδὴς, σύνθετος δὲ ὁ κόσμος καὶ ἐκ διαφόρων οὐσιῶν τε καὶ κράσεων τὴν σύστασιν ἔχει, ἀδύνατον τοῦτον ἐξ ὑλης γεγονέναι λέγειν, τῷ τὰ σύνθετα μὴ οἶόν τε ἐξ ἑνὸς ἁπλοῦ τὴν σύστασιν ἔχειν· τὸ γὰρ σύνθετον ἁπλῶν τινῶν μίξιν μηνύει. εἰ δʼ αὗ πάλιν τὴν ὕλην σύνθετον λέγειν ἐθέλοις, πάντως ἐξ ἁπλῶν τινῶν συυτεθεῖσθαι φήσεις· εἰ δὲ ἐξ ἁπλῶν συνετέθη, ἢν ποτὲ καθʼ ἔαυτὰ τὰ ἀπλᾶ, ὥν συντεθέντων γέγονεν τ ὕλη· ἐξ οὗπερ καὶ γενηττ οὗσα δείκνυται. εἰ γὰρ σύνθετος ἡ ὕλη, τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τἠν σύστασιν ἔχει, ἦν ποτὲ καιρός ὅτε ἡ ὕλη οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν· εἰ δὲ ἢν ποτὲ καιρός ὅτε ἡ ὕλη οὐκ ἦν, οὐκ ἦν δέ ποτε καιρὸς ὅτε τὸ ἀγένητον οὐκ ἧν, οὐκ ἔσται ἀγένητος ἠ ὕλη· τὸ δʼ ἐντεῦθεν ἔσται πολλὰ τὰ ἀγένητα. εἰ γάρ ἧν ἀγένητος ὁ θεὸς, ἦν δὲ ἀγένητα καὶ τὰ ἀπλᾶ ἐξ ὥν ἠ ὕλη συνετέθη, οὐκ ἔσται δύο καὶ μόνα τὰ ἀγένητα. δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι; Δοκεὶ. Ἀυτίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ; Ἀντικεῖσθαί μοι φαίνεται. Ὀμοίως δὲ καὶ τῷ φωτὶ τὸ σκότος, καὶ τῷ ψυχρῷ τὸ θερμόν; πρὸς δὴ τούτοις καὶ τῷ ξηρῷ τὸ ὑγρόν; Οὕτως ἔχειν μοι δοκεῖ. Οὐκοῦν εἰ μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντίκειται, ἀλλήλοις δὲ ταῦτα ἀντίκειται, οὐκ ἔσονται ὕλη μία, οὐδὲ μὴν ἐξ ὕλης μιᾶς. ὅμοιον δέ τινα τούτῳ λόγον πάλιν πυθέσθαι βούλομαι. δοκεῖ σοι τὰ μέρη μὴ ἀναιρετικὰ τυγχάνειν ἀλλήλων; Δοκεῖ. Εἷναι δὲ τῆς ὑλης μέρη τό τε πῦρ καὶ τό ὕδωρ, ὀσαύτως δὲ καὶ τὰ λοιπά; Οὕτως ἔχω. Τί δέμ οὐ δοκεῖ σοι ἀναιρετικόν μὲν εἶναι τοῦ πυρός τό ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τἄλλα ὅσα τούτοις παραπλήσια; Δοκεῖ. Οὐκοῦν εἰ τὰ μέρη οὐκ ἔστιν ἀλλήλων ἀναιρετικὰ, ταῦτα δὲ ἀλλήλων ἀναιρετικά τυγχάνει, οὐκ ἔσται ἀλλήλων μέρη· εἰ δὲ οὐκ ἔστιν ἀλλήλων μέρη, οὐκ ἔσονται ὑλης μιᾶς. ἀλλὰ μήν οὐδʼ αὐτά ἔσονται ὑλη, τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν ὑπάρχειν, κατὰ τὸν τοῦ ἀντικειμένου λόγον. οὐδὲ γάρ ἐστί τι ἑαυτῷ ἀντικείμενον· τά γὰρ ἀντικείμενα ἑτέροις ἀντικεῖσθαι πέφυκεν· οἶον τὸ λευκὸυ αὐτό ἑαυτῷ οὐκ ἀντίκειται, πρὸς δὲ τὸ μέλαν ἀντικείμενον λέγεται· καὶ τὸ φῶς ὁμοίως ἔαυτῷ μή ἀντικεῖσθαι δείκνυται, πρός δὲ τὸ σκότος οὐτως ἔχον φαίνεται, καὶ ἄλλα γοῦν ὁμοίως πλεῖστα ὅσα. εἰ τοίνυν καὶ ὥλη μία τις ἦν, οὐκ ἄν αὐτὴ ἑαυτῇ ἀντέκειτο. οὐτω δὲ τῶν ἀντικειμένων ἐχόντων τό μή εἶναι τήν ὕλην δείκνυται. Τλφτλ Δυὸ ττο Ζʼ ΛὀΓο τῆιι Εὐψ U+03F2εβιουεδίοτ το ΠαλαιU+03F2τιναίογ εὐαγγελικῆ U+03F2 προπαραψκευῆ U+03F2 ἠντληται, όντα ὥς φη U+03F2ι Μαξίμου oὐx ἀ U+03F2ηθο ἐκ τοῖc χρι U+03F2τιανοῖ U+03F2 cγrραφέω U+03F2 αὐτολεΞεὶ αἐ τετα ηὕπηται κείμενα ]ἐκ τῶ Ὠριγένου U+03F9 πρὸ U+03F9 αἱρκιων ἀφορι U+03F9μὸ U+03F2 καὶ ἀλλου αἰρετικου U+03F9 αιαλογῳ, Εὐτροπίου αικάζοντο U+03F9, Μεγεθίου Δ ἀντιέ γοντο U+03F9.