Ancient Greek
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXΙV.
Origen, Philocalia 7-9
Not analysed yet
7. Πῶς τοίνυν αὐτόν τάς τῶν φαύλων ποιότητας ὡς εἶχον καταλελοιπέναι λέγεις; πότερον δυνάμενον μὲν κἀκείνας ἀνελεῖν, οὐ βουληθέντα δὲ, ἦ τιὸ δύνασθαι μή ἔχοντα; εἰ μὲν γάρ δυνάμενον λέξεις, οὐ βουληθέντα δὲ, αὐτόν σιτίον τούτων εἰπεῖν ἀνάγκη. ὅτι δυνάμενος ποιήσαι μή εἶναι κακὰ συνεχώρησεν αὐτά μένειν ὡς ἥν, καὶ μάλιστα ὅτε δημιουργεῖν τὴν ὕλην ἠρξατο. εἰ γὰρ μηδʼ ὅλως ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὧν συνεχώρει μένειν· ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς δημιουργεῖ, μέρος δέ τι οὕτως ἐᾷ δυνάμενος κἀκεῖνο τρέπειν εἰς τὸ κρεῖττου, αἰτίαν ὀφλισκάνειν ἄξιος εἶναί μοι δοκεῖ, καταλιπὼν μέρος ὕλης εἶναι πονηρὸν ἐπʼ ὄλέθρῳ οὖ ἐδημιούργησε μέρους. ἀλλὰ μὴν καὶ τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ· τοῦθʼ ὅπερ κατεσκεύασε τῆς ὕλης μέρος ἀντιλαμβανόμενον τανῦν τῶν κακῶν. εἰ γάρ τις ἐξετάζοι ἐπʼ ἀκριβὲς τὰ πράγματα, χαλεπώτερον νῦν εὑρήσει τὴν ὕλην πεπονθυῖαν τῆς προτέρας ἀκοσμίας. πρὶν γὰρ αὐτὴν διακριθῆναι, τό μηδὲ αἰσθέσθαι τῶν κακῶν παρῆν αὐτῇ· νυνὶ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν. καί μοι ἐπʼ ἀνθρώπου τὸ παράδειγμα λάβε. πρὶν γάρ εἰκονισθῇ καὶ ζῶον γένηται τῇ τοῦ δημιουργοῦ τέχνῃ, τὸ μηδενὸς ἀντιλαμβάνεσθαι τῶν κακῶν παρὰ τῆς φύσεως εἶχεν· ἀφʼ οὗ δὲ πρὸς τοῦ θεοῦ ἄνθρωπος γίνεται, καὶ τὴυ αἴσθησιν τοῦ προσπελάζοντος κακοῦ προσλαμβάνει· καὶ τοῦθʼ ὅπιρ ἐπʼ εὐεργεσίᾳ τῆς ὕλης πρὸς τοῦ θεοῦ γεγονέναι λέγεις, εὑρίσκεται μᾶλλον ἐπὶ τῷ χείρονι προσγενόμενον αὐτῇ. εἰ δʼ ἐκ τοῦ μὴ δύνασθαι τὸν θεὸν ἀνελεῖν τὰ κακά τὸ μή πεπαῦσθαι λέγεις, ἀδύνατον τὸν θεὸν φήσεις ὑπάρχειν· τὸ δὲ ἀδύνατον ἤτοι τῷ φύσει ἀσθενῆ ὑπάρχειν αὐτὸν ἔσται, ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρός τινος κρείττονος. εἰ μὲν οὖν τὸυ θεὸν φύσει ἀσθενῆ ὄντα τολμήσεις εἰπεῖν, περὶ τῆς σωτηρίας αὐτῆς κινδυνεύειν μοι δοκεῖς· εἰ δὲ τῷ νικᾶσθαι φόβῳ πρὸς τοῦ μείζονος, μείζονα λέξεις τοῦ θεοῦ τὰ κακὰ νικῶντα τῆς προαιρέσεως αὐτοῦ τήν ὁρμήν· ὅπερ ἄτοπον εἶναί μοι λέγειν περὶ θεοῦ δοκεῖ. διὰ τί γὰρ οὐχὶ μᾶλλον ταῦτα ἔσονται θεοὶ, νικᾷν κατὰ τὸν λόγον τὸν σὸν δυνάμενα τὸν θεόν, εἶπερ θεὸν ἐκεῖνό φαμεν ὅ τὴν ἀπάντων ἐξουσίαν ἔχει;