Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXIII.
Origen, Philocalia 9-7
Not analysed yet
9. Σαφέστερον δὲ τοῦτο οὕτως ἐροῦμεν. εἰ ἐνδέχεται Ἰούδαν εἶναι ἀπόστολον ὁμοίως Πέτρῳ, ἐνδέχεται τὸν θεὸν νοῆσαι περὶ τοῦ Ἰούδα ὅτι μενεῖ ἀπόστολος ὁμοίως Πέτρῳ. εἰ ἐνδέχεται Ἰούδαν προδότην γενέσθαι, ἐνδέχεται τὸν θεὸν φρονῆσαι περὶ αὐτοῦ ὅτι προδότης ἔσται. εἰ δὲ προδότης ἔσται Ἰούδας, ὁ θεὸς τῇ προγνώσει αὐτοῦ τῶν προειρημένων ἐνδεχομένων δύο, ἐνδεχομένου τοῦ εἶναι ἑνὶ αὐτῶν, τὸ ἀληθὲς προγινώσκων, προγνώσεται τὸν Ἰούδαν προδότην γενέσθαι· τὸ δὲ περὶ οὖ ἡ γνῶσις ἐνδέχεται καὶ ἑτέρως γενέσθαι· καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ θεοῦ ὅτι ἐνδέχεται μὲν τόνδε τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων, οἶδα ὅτι τόδε ποιήσει· οὐ γὰρ ὥσπερ ὁ θεὸς εἴποι ἂν, οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω χρησμὸν φέρε εἰπεῖν περί τινος διδοὺς ἐρεῖ ὅτι οὐκ ἐνδέχεται τόνδε σωφρονῆσαι. δύναμις μὲν γὰρ πάντη οὐκ ἔστι τοῦ πτῆναι οὐδαμῶς ἐν τῷ ἀνθρώπῳ, δύναμις δὲ ἔστι τοῦ σωφρονῆσαι καὶ τοῦ ἀκολαστῆσαι. ὦν ἀμφοτέρων δυνάμεων ὑπαρχουσῶν, ὁ μὴ προσέχων λόγοις ἐπιστρεπτικοῖς καὶ παιδευτικοῖς ἑαυτὸν ἐπιδίδωσι τῇ χείρονι· τῇ κρείττονι δὲ ὁ ζητήσας τὸ ἀληθὲς καὶ βιῶσαι βεβουλημένος κατʼ αὐτό. οὐ ζητεῖ δὲ ὅδε μὲν τἀληθῆ, ἐπεὶ ἐπιρρέπει ἐπὶ τὴν ἡδονήν· ὅδε δὲ ἐξετάζει περὶ αὐτῶν, αἱρεθεὶς ὑπὸ τῶν κοινῶν ἐννοιῶν καὶ λόγου προτρεπτικοῦ. πάλιν τε αὖ ὅδε μὲν αἱρεῖται τὴν ἡδονὴν, οὐχὶ οὐ δυνάμενος ἀντιβλέπειν αὐτῇ, ἀλλʼ οὐκ ἀγωνιζόμενος· ὅδε δὲ καταφρονεῖ αὐτῆς, τὸ ἄσχημον ὀρῶν τὸ ἐν αὐτῇ πολλάκις τυγχάνον.