Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XIX.
Origen, Philocalia Kαὶ πάλιν ἐν τοῖϲ πρὸ τούτων το αὐτο οῦ τόμου Ὅτι ἡ εἰϲ τὸν κὐριον ἡμῶν πίϲτιϲ, μηδὲν κοινὸν ἔχουϲα πρὸϲ τὴν ἄλογον τῶν ἐθνῶν δειϲιδαίμονα πἰϲτιν, ἐπαινετή τέ ἐϲτι καὶ ταῖϲ ἀρχῆθεν κοιναῖϲ ἐννοία ϲυναγορεύει καὶ πρὸϲ τοὺϲ λέγονταϲ, πῶϲ ἐκ θνητοῦ ϲώματοϲ ὄντα τόν Ἰηϲοῦν θεὸν νομίζομεν.
Not analysed yet
1. Περὶ μὲν οὖν τοῦ Ἀντινόου ἤ τινος ἄλλου τοιούτου, εἴτε παρʼ Αἰγυπτίοις εἴτε παρʼ Ἕλλησι, πίστις ἐστὶν, ἵνʼ οὕτως ὀνομάσω, ἀτυχής· περὶ δὲ τοῦ Ἰησοῦ ἤτοι δόξασα ἂν εἶναι εὐτυχὴς ἢ καὶ βεβασανισμένως ἐξητασμένη, δοκοῦσα μὲν εὐτυχὴς παρὰ τοῖς πολλοῖς βεβασανισμένως δὲ ἐξητασμένη παρὰ πάνυ ὀλιγωτάτοις. κἂν λέγω δέ τινα πίστιν εἶναι, ὡς ἄν οἱ πολλοὶ ὀνομάσαιεν, εὐτυχῆ· καὶ περὶ ταύτης ἀναφέρω τὸν λόγον ἐπὶ τὸν εἰδότα θεὸν τὰς αἰτίας τῶν ἑκάστῳ μεμερισμένων ἐπιδημοῦντι τῷ βίῳ τῶν ἀνθρώπων. καὶ Ἕλληνες δὲ φήσουσι καὶ ἐν τοῖς νομιζομένοις εἶναι σοφωτάτοις κατὰ πολλὰ τὴν εὐτυχίαν εἶναι αἰτίαν, οἶον περὶ διδασκάλων τοιῶνδε καὶ τοῦ περιπεσεῖν τοῖς κρείττοσιν, ὄντων καὶ τῶν τὰς ἐναντίας αἱρέσεις διδασκόντων, καὶ περὶ ἀνατροφῆς τῆς ἐν βελτίοσι. πολλοῖς γὰρ καὶ τὰ τῆς ἀνατροφῆς ἐν τοιούτοις γεγένηται ὡς μηδὲ φαντασίαν ἐπιτραπῆναι τῶν κρειττόνων λαβεῖν, ἀλλʼ ἀεὶ καὶ ἐκ πρώτης ἡλικίας ἤτοι ἐν παιδικοῖς εἶναι ἀκολάστων ἀνδρῶν ἢ δεσποτῶν, ἢ ἐν ἄλλῃ τινὶ κωλυούσῃ ἀναβλέπειν τὴν ψυχὴν κακοδαιμονίᾳ. τὰς δὲ περὶ τούτων αἰτίας πάντως μὲν εἰκὸς εἶναι ἐν τοῖς τῆς προνοίας λόγοις· πίπτειν δὲ αὐτὰς εἰς ἀνθρώπους, οὐκ εὐχερές. ἔδοξε δέ μοι ταῦτα διὰ μέσου ἐν παρεκβάσει εἰρηκέναι διὰ τό· ‘Τοσοῦτόν τι ποιεῖ πίστις ὁποία δὴ προκατασχοῦσα. ᾿ἐχρῆν γάρ διὰ τὰς διαψόρους ἀνατροφὰς εἰπεῖν διαφορὰς τῶν ἐν ἀνθρώποις πίστεων, εὐτυχέστερον ἢ ἀτυχέστερον πιστεύουσι· καὶ ἐκ τούτου ἀναβῆναι ὅτι δόξαι ἄν καὶ τοῖς ἐντρεχεστέροις, εἰς αὐτῶ τ δομεἳν εἶναι λογικωτέροις καὶ λογικώτερον προστίθεσθαι τὰ πολλά δόγμασιν, ἡ ὀνομαζομένη εὐτυχία καὶ ἡ λεγομένη ἀτυχία συνεργεῖν. ἀλλὰ γὰρ περὶ τούτων ἅλις.