Ancient Greek · ~5 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XIX.
Origen, Philocalia 2-15
Not analysed yet
2. Τὰ δʼ ἐξῆς τοῦ Κέλσου κατανοητέον, ἐν οἷς καὶ ἡμῖν φησὶ ‘πίστιν ποιεῖν προκαταλαβοῦσαν ἡμῶν τὴν περὶ τοῦ Ἰησοῦ τοιάνδε συγκατάθεσιν. ᾿ἀληθῶς γὰρ πίστις ἡμῖν ποιεῖ τὴν τοιαύτην συγκατάθεσιν. ὅρα δὲ εἰ μὴ αὐτόθεν ἡ πίστις αὐτὴ τὸ ἐπαινετόν παρίστησιν, ὅτε πιστεύομεν ἑαυτοὺς τῷ ἐπὶ πᾶσι θεῷ, χάριν ὁμολογοῦντες τῷ εἰς τοιαύτην πίστιν ὁδηγῷ καὶ λέγοντες αὐτὸν οὐκ ἀθεεὶ τὸ τηλικοῦτον τετολμηκέναι καὶ ἠνυκέναι· πιστεύομεν δὲ καὶ ταῖς προαιρέσεσι τῶν γραψάντων τὰ εὐαγγέλια, καταστοχαζόμενοι τῆς εὐλαβείας αὐτῶν καὶ τοῦ συνειδότος ἐμφαινομένων τοῖς γράμμασιν οὐδὲν νόθον καὶ κυβευτικόν καὶ πεπλασμένον καὶ πανοῦργον ἐχόντων. καὶ γὰρ παρίσταται ἡμῖν ὅτι οὐκ ἄν ψυχαὶ, μὴ μαθοῦσαι τὰ τοιαῦτα ὁποῖα διδάσκει ἡ παρʼ Ἕλλησι πανοῦργος σοφιστεία, πολλὴν ἔχουσα τὴν πιθανότητα καὶ τὴν ὀξύτητα, καὶ ἡ ἐν τοῖς δικαστηρίοις καλινδουμένη ῥητορικὴ, οὕτω πλάσαι οἶοί τʼ ἦσαν πράγματα δυνάμενα ἀφʼ ἑαυτῶν ἔχειν τὸ πρὸς πίστιν καὶ τὸν ἀνάλογον τῇ πίστει βίον ἀγωγόν. οἶμαι δὲ καὶ τὸν Ἰησουν διὰ τοῦτο βεβουλῆσθαι διδασκάλοις τοῦ δόγματος χρήσασθαι τοιούτοις, ἵνα μηδεμίαν μὲν ἔχῃ χώραν ὑπόνοια πιθανῶν σοφισμάτων, λαμπρῶς δὲ τοῖς συνιέναι δυναμένοις ἐμφαίνηται ὅτι τὸ ἄδολον τῆς προαιρέσεως τῶν γραψάντων, ἐχούσης πολὺ τὸ, ἵνʼ οὕτως ὀνομάσω, ἀφελὲς, ἠξιώθη θειοτέρας δυνάμεως, πολλῷ μᾶλλον ἀνυούσης ἤπερ ἀνύειν δύνασθαι δοκεῖ περιβολὴ λόγων καὶ λέξεων σύνθεσις καὶ μετὰ διαιρέσεων καὶ τεχνολογίας ἑλληνικῆς ἀκολουθία.