Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXVII.
Origen, Philocalia Kαὶ πάλιν ἐν ἄλλῳ τόπῳ ἐν ταῖc αὐταῖc εἰc τὴν Ἔξοδον cημειώcεcιν·
Not analysed yet
10. Ἔλεγε δέ τις τῶν καθʼ ἡμᾶς, ἀπὸ τῆς συνηθείας τὸ ζητούμενον παραμυθούμενος, ὅτι πολλάκις οἱ χρηστοὶ κύριοι μακροθυμοῦντες ἐπὶ τοὺς ἁμαρτάνοντας τῶν οἰκετῶν λέγειν εἰώθασι τό· Ἐγώ σε ἀπώλεσα· καί· Ἐγώ σε πονηρὸν ἐποίησα· μετὰ ἤθους ἐμφαίνοντες ὅτι ἡ χρηστότης αὐτῶν καὶ ἡ μακροθυμία πρόφασις δοκεῖ γεγονέναι τῆς ἐπὶ πλεῖον πονηρίας. ὥσπερ οὖν τούτων λεγομένων συκοφαντῶν τις δύναται λέγειν, ὅτι ὡμολόγησεν ὁ δεσπότης πονηρὸν πεποιηκέναι τὸν οἰκέτην· οὕτω τὰ ὑπὸ τῆς ἀγαθότητος τοῦ θεοῦ πρόφασις γενόμενα τῆς σκληρότητος τοῦ Φαραὼ ἐσκληρυκέναι ἀναγέγραπται τὴν καρδίαν Φαραώ. παραμυθήσεται δὲ οὗτος ἐξ ἀποστολικῶν ῥητῶν ὃ νενόηκεν εἰπεῖν· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ, ος ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ὁ αὐτὸς γοῦν ἀπόστολος ἐν τῇ αὐτῇ ἐπιστολῇ τῇ πρὸς Ῥωμαίους φησίν· Εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· ὡς τῆς μακροθυμίας τοῦ θεοῦ ἐνηνοχυίας τὰ σκεύη τῆς ὀργῆς καὶ οἱονεὶ γεγεννηκυίας. εἰ γὰρ παρὰ τὸ μακροθυμεῖν αὐτὸν οὐ κολάζοντα τοὺς ἁμαρτάνοντας ἀλλʼ ἐλεοῦντα ἐπλεόνασε τῇ χύσει τῆς κακία αὐτός πως ἤνεγκε τῇ ἑαυτοῦ μακροθυμίᾳ τὰ σκεύη τῆς ὀργῆς, καὶ, ἵνʼ οὕτως εἴπω, αὐτὸς αὐτὰ πεποίηκε σκεύη ὀργῆς, καὶ κατὰ τοῦτο αὐτὸς ἐσκλήρυνε τὴν καρδίαν αὐτῶν. ὅτε γὰρ σημείων τοσούτων καὶ τεράτων γινομένων οὐ πείθεται ὁ Φαραὼ, ἀλλὰ μετὰ τηλικαῦτα ἀνθίσταται, πῶς οὐ σκληρότερος καὶ ἀπιστότερος ὢν ἐλέγχεται, τῆς σκληρότητος καὶ τῆς ἀπιστίας δοκούσης ἐκ τῶν τεραστίων δυνάμεων γεγονέναι; ὅμοιον δὲ καὶ τὸ ἐν τῷ εὐαγγελίῳ· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον· οὐ γὰρ προέθετο ὁ σωτὴρ εἰς κρίμα ἐλθεῖν, ἀλλʼ ἠκολούθησε τῷ ἐληλυθέναι αὐτὸν τὸ εἰς κρίμα αὐτὸν ἐληλυθέναι τῶν μετὰ τὰ τεράστια οὐ πεπιστευκότων αὐτῷ· ἀλλὰ καὶ εἰς πτῶσιν πολλῶν παρεγένετο· οὐ προθέμενος ὅτε παρεγίνετο ποιῆσαι πεσεῖν τούτους, ὧν εἰς πτῶσιν ἐλήλυθεν.