Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXVII.
Origen, Philocalia Kαὶ ἐν ἄλλοιU+03F2 περὶ τοῦ αὐτοῦ·
Not analysed yet
9. Ἔτι δὲ ἐφίστημι ἐν τοῖς κατὰ τὸν τόπον μήποτε, ὥσπερ οἱ ἰατροὶ τῶν λυσσοδήκτων τὸν ἰὸν ἐπισπώμενοι εἰς τὴν ἐπιφάνειαν, ἵνα μὴ ἔνδον νεμόμενος διαφθείρῃ τὸν ἄνθρωπον, χαλεπωτέρας ἐμποιοῦσι διαθέσεις καὶ φλεγμονάς· οὕτως ὁ θεὸς τὴν ἐγκρυπτομένην καὶ ἐμφωλεύουσαν τοῖς βάθεσι τῆς φυχῆς κακίαν, διὰ τῆς αὐτοῦ ἰατρικῆς ἐπισπᾶται ἐπὶ τὰ ἔξω, ὥστε φανερὰν αὐτὴν καὶ ἐναργεστέραν γενέσθαι, ἵνα μετὰ τοῦτο τὴν ἑξῆς ἐπαγάγῃ θεραπείαν. τοιαῦτα δὲ ἡγοῦμαι καὶ τὰ ἐν Δευτερονομίῳ ῥητὰ, τοῦτον ἔχοντα τὸν τρόπον· Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἢν διήγαγέν σε κύριος ὁ θεός σου τοῦτο τεσσαρακοστὸν ἔτος ἐν τῇ ἐρήμῳ, ὅπως κακώσῃ σε καὶ πειράσῃ σε, καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ. καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε, καὶ ἐψώμισέν σε τὸ μάννα ὂ οὐκ ᾔδεις σὺ καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου· ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλʼ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ ζήσεται ὁ ἄνθρωπος. τήρει δὲ ἐν τούτοις ὅτι κακοῖ ὁ θεὸς καὶ ἐκπειράζει, ἵνα διαγνωσθῇ τά ἐν τῇ ἑκάστου καρδίᾳ, ὡς ὄντα μὲν ἐναποκείμενα δὲ τῷ βάθει καὶ εἰς φανερόν διὰ τῶν κακώσεων ἐρχόμενα. τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Ἰὼβ ὑπὸ τοῦ κυρίου διὰ λαίλαπος καὶ νεφῶν ἀπαγγελλόμενον πρὸς τὸν Ἰὼβ οὕτως· Οἴει δέ με ἄλλως σοι κχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; οὔτε γὰρ εἶπε· ἵνα γένῃ δίκαιος· ἀλλʼ· ἵνα ἀναφανῇς· τοιοῦτος ὢν μὲν καὶ πρό τῶν πειρασμῶν, ἀναφανῇς δὲ ἐν τοῖς συμβεβηκόσιν.