Ancient Greek · ~2 min
Scholion 1
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 1
Not analysed yet
Οὐ μάχεται τῷ λεχθέντι ὑπὸ τοῦ σωτῆρος πρὸς τοὺς γνωρίμους· οὐκέτι καλῶ ὑμᾶς δούλους, ἀλλὰ φίλους, τὸ ὑπ' αὐτῶν ὁμολογούμενον περὶ αὑτῶν ὡς εἶναι δοῦλοι τοῦ κυρίου. κἂν γὰρ αὐτὸς τιμὴν καὶ ὑπεροχὴν αὐτοῖς δωρούμενος φίλους καὶ τέκνα καὶ ἀδελφοὺς αὐτοὺς καλεῖ, ἀλλ' οὖν αὐτοὶ εὐγνώμονες ὄντες ὁμολογοῦσιν ὡς τυγχάνουσι δοῦλοι, ἄξιον καὶ μέγιστον ἡγούμενοι θεὸν δεσπότην ἔχειν. ἐν γοῦν ταῖς ἐπιστολαῖς αἷς γράφουσιν, ὡς ἄλλοι τὰ θνητῶν ἀξιώματα, προτάττουσι τοῦτο αὐτό. καὶ γοῦν ὁ Ἰάκωβος καὶ Παῦλος καὶ οἱ λοιποὶ συμφώνως πράττουσι τὸ αὐτό. ἐλαττωτικοὶ γὰρ ἑαυτῶν διὰ ἀτυφίαν ὑπάρχοντες τὰ τῶν ὑπεροχῶν δηλωτικὰ γεγραμμένα περὶ ἑαυτῶν σιωπῶσιν.