Ancient Greek
Scholion 33b
Origen, Scholia in Apocalypsem (scholia 28-38) 33b
Not analysed yet
Οὗτοί εἰσιν οἱ ἀπὸ τῆς μεγάλης θλ<ί>ψεως ἐρχόμενοι, διὰ μαρτυρίου καὶ ὁμολογίας δηλονότι, καὶ τῶν ἄλλων περιστάσεων τῶν διὰ Χριστὸν ἃς ἐπάγουσιν τοῖς Ἰησοῦ μαθηταῖς οἱ πονηροὶ ἄνθρωποί τε καὶ δαίμονες, λευκάναντες καὶ πλύναντες ἃς περίκεινται στολὰς τῷ αἵματι τοῦ ὑπὲρ αὐτῶν σφαγέντος ἀρνίου. ὅπως δὲ οἱ ἄνθρωποι νοήσωμεν τὸ ἀδιάστατον τῆς θεραπείας αὐτῶν, <ὠ>νομάσθη ὁ παρ' ἡμῖν χρόνος τεμνόμενος εἰς ἡμέραν καὶ νύκτα.