Ancient Greek · ~5 min
ΚΕΦΑΛΑΙΟΝ Β΄.
Origen, Scholia in Canticum canticorum 10
Not analysed yet
Τοῦτό τινες τοῖς προλαβοῦσιν ἀπέδωκαν, τὸ δὲ Ἐβραϊκὸν ἐξ ἰδίας τάττει περικοπῆς· καὶ δῆλόν ἐστιν ὡς ἡ νύμφη διαλεγομένη ταῖς θυγατράσιν Ἱερουσαλὴμ, αἰφνίδιον αἰσθάνεται τῆς τοῦ νυμφίου φωνῆς, διαλεγομένου τισὶν ὡς εἰκός· ἧς αἰσθανομένης ἐπὶ τῶν ὀρῶν καὶ τῶν βουνῶν τῶν παρακειμένων τῷ τόπῳ τῆς νύμφης διαλέγεσθαι, ὡς μηδὲν ἀπᾴδειν νεβρῷ· εἶτα σπουδῇ τῇ περὶ τὴν νύμφην, ἐγένετο πλησίον τοῦ οἴκου καὶ παρέφηνεν ὄπισθεν αὐτοῦ· εἶτα πηδήσας μέχρι τῶν τοῦ οἴκου φθάνει θυρίδων, ἐρωτικῶς ὤσπερ ἐθέλων εἰς αὐτὴν παρακῦψαι· ἐγγὺς δὲ τῆς οἰκίας ἔνθα ἡ νύμφη, δίκτυα πολλὰ ἐπενέδρα τῆς νύμφης καὶ τῶν περὶ αὐτὴν ἐκπεπέτασται, ἅπερ διακόψας ὁ νυμφίος ὡς ἰσχυρότερος, διέκυψε διʼ αὐτῶν· καὶ καλεῖ τὴν νύμφην πλησίον ἐλθεῖν· παραθαῤῥύνων ἔργῳ τῶν δικτύων καταφρονεῖν ,ὡς ἤδη σχισθέντων, καὶ τοῦ χαλεποῦ δι᾿ αὐτῶν παραδρα μόντος καιροῦ, ὃν χειμῶνα καλεῖ, ἀνωφελῆ φέροντα καὶ σφοδρὸν ὑετόν· προτρέπεται δὲ καὶ διὰ τῶν καλῶν τοῦ παρόντος καιροῦ, ἄνθη λέγων ὡς ἐν ἔαρι καὶ θεραπείαν ἀμπέλων· τρυγόνος τε φωνὴν. καὶ συκῆς ὀλύνθους, καὶ κυπριζούσας ἀμπέλους διαγράφει· καὶ τὸν ἔνθα συναναπαύσεται τόπον· ἔνθα γενομένην ἐβούλετο αὐτὴν ὅλῳ προσώπῳ τῷ νυμφίῳ φανῆναι, καὶ τῆς ἡδείας αὐτῇ παρέχειν ἀκοῦσαι φωνῆς.