Ancient Greek · ~2 min
ΚΕΦΑΛΑΙΟΝ Ζ΄.
Origen, Scholia in Canticum canticorum 11-5
Not analysed yet
Ὁ δὲ καθαρὰν ἔχων τὴν διαπνοὴν, καὶ διὰ τῆς αἰσθήσεως τοῦ θείου λόγου δυνάμενος ὀπίσω αὐτοῦ εἰς ὀσμὴν μύρων αὐτοῦ δραμεῖν, μυκτήρ ἐστιν αἰσθανόμενος εὐωδίας πνευματικῆς· σκοπεύων εἴ τι ἐπιφανὲς ἐν ἔθνεσι δόγμα δοκεῖ· Δαμασκὸς γὰρ τὰ ἔθνη παρίστησι· τοῦ δὲ ἐπιφανοῦς καὶ καλοῦ τὸ πρόσωπον σύμβολον· ὁ δὲ λίβανος ἀναφέρεται ἐπὶ τὸ θυσιαστήριον τοῦ Θεοῦ· ὁ δὲ Κάρμηλος ἐπίγνωσις περιτομῆς ἑρ μηνεύεται· γινώσκει δὲ περιτομὴν ὁ μετὰ παῤῥησἱας λέγειν δυνάμενος· ἡμεῖς ἐσμὲν ἡ περιτομή· ἀπὸ ὁὲ τῆς κεφαλῆς, τουτέστι Χριστοῦ, ἐπίγνωσις πνευματικῆς ἐγεννήθη περιτομῆς.