Ancient Greek · ~3 min
ΚΕΦΑΛΑΙΟΝ Α΄.
Origen, Scholia in Canticum canticorum 13
Not analysed yet
Ἤγουν οἱ διδάσκοντες μαθηταὶ τοῦ Χριστοὺ, καθᾶραί με τῶν πρὸς τούτου βουλόμενοι πονηρῶν λογισμῶν, καὶ τῶν συνεργούντων ταῦτα δαιμόνων, ἐμαχέσαντο τούτοις ἐν ἐμοὶ, τῆς αὐτῆς μοι μητρὸς ὄντες υἱοὶ, τῆς ἐλευθερίας φημί· οἱ μὲν εἰς τὸ κατʼ ἐκλογὴν χάριτος λεἴμμα ἀναλαμβανόμενοι· ἐγὼ δὲ τὴν κατὰ τὴν ἄνω Ιερουσαλὴμ διαθήκην λαβοῦσα, καὶ ἐξ ἐπαγγελίας ἀναγεννωμένη. Οὐ πρότερον δὲ ταύτην ἔθεντο φυλάκισσαν, εἶτα ἐμαχέσαντο· μαχεσάμενοι δὲ πρῶτον ἐπιτηδείαν ἐποίησαν τοῦ τεθῆναι ἐν ἀμπελῶσιν εἰς φυλακήν. . . Μωῦσῆς δὲ οὗτος, καὶ οἱ προφῆται, ὧν ἕκαστος ἀγρὸς ἦν πλήρης, ὂν εὐλόγησε Κύριος· . . καὶ ἀμπελὼν ἐν οἷς τις γενόμενος, καὶ τὴν προτέραν ἕξιν ἑαυτοῦ μὴ τηρῶν ὡς ἐκ Σοδόμων ὑπάρχουσαν ἀμπελῶνα, τῷ παρόντι κέχρηται λόγῳ.