Ancient Greek
13 to 14
Origen, Scholia in Canticum canticorum 13-3-14
Not analysed yet
Ἐξεγέρθητι, Βοῤῥᾶ, καὶ ἔρχου, Νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. Ἔοικεν ἐπιτιμᾷν ἡ νύμφη τῷ Βοῤῥέᾳ, τὴν ἐξουσίαν λαβοῦσα παρὰ τοῦ ἐπιτιμήσαντος τῷ ἀνέμῳ νυμφίου· διὸ παρὰ τοῖς τρισὶν εὐαγγελισταῖς ἐπιτιμηθῆναι τῷ ὰνέμῳ εἴρηται· οἱ δὲ ἄνεμοι ἁπλῶς ὑπακούουσιν αὐτῷ· Χριστὸς οὖν ἐξωθουμένους τοῦ διαβόλου, εἰσοικίζεται ταῖς ψυχαῖς περὶ οὗ τὸ, ὁ Θεὸς ἀπὸ Θαμὰν ἡξει, τουτέστιν ἐκ Νότου.