Ancient Greek · ~7 min
ΚΕΦΑΛΑΙΟΝ Α΄.
Origen, Scholia in Canticum canticorum 15
Not analysed yet
Τὸ πολυθρύλλητον δὲ παῤ Ἕλλησιν ἐπίφθεγμα προείληπται παραδοθὲν τῷ σοφῷ Σολομῶντι, τὸ νῶθι σαυτόν καθʼ ἣν ἀπειλεῖται νῦν ἡ ψυχὴ παρὰ τοῦ ἐράστου καὶ νυμφίου, εἰ μὴ τὸ δοθὲν αὐτῇ κατʼ εἰκόνα Θεοῦ φυλάξει κάλλος, τὴν ἔνδοθεν ἐκβολὴν, καὶ τὸ ἐν ἐσχάτοις τετάχθαι, τοὺς σκαιοὺς ἐρίφους ποιμαίνουσα. Ποιμανεῖς δὲ αὐτοὺς ἐπὶ τοῖς τῶν ποιμένων σκηνώμασιν, ποτὲ μὲν τοῦδε, ποτὲ δὲ ἐκείνου οἷα δή τις ἀλῆτις· μέχρι παιδευθεῖσα τῇ πείρᾳ πρὸς τὴν σεαυτῆς ἐπιστρέψειας γνῶσιν· ἁρμόσει δὲ καὶ πρὸς τὴν Ἐκκλησίαν ὁ λόγος· γινώσκει δέ τις ἑαυτὸν, εἰδὼς, εἰ ἀγαθὴν ἢ φαύλην ἔχει διάθεσιν· καὶ πολὺ τῆς ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν ἀπολείπεται· ἢ τοῖς ἔμπροσθεν ἐπεκτείνεται, τῶν ὄπισθεν ἐπιλανθανόμενος· εἰ δὲ καὶ μήπω ἔλαβεν ἢ τετελείωται, ἢ προσεγγίζει τοῖς ὁρίοις τοῦ κάλλους· ἔργον δὲ καὶ τὸ ἀφιστάνειν ἑκάστη πράξει ὅπως γεγένηνται λογισμῷ τε παντὶ καὶ λόγῳ· γυναῖκας δὲ τὰς μὴ καθαρὰς μηδὲ ἀδιαφόρους ψυχὰς λέγει· ἀμελοῦσα δὲ τῆς ἰδίας γνώσεως, γένοιτʼ ἂν κλυδωνιζομένη καὶ περιφερομένη παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβεία τῶν ἀνθρώπων· καὶ πανταχοῦ μᾶλλονποιμαίνειν τὰς ἰδίας σκαιὰς ἐρίφους ἢ παρὰ τῷ καλῷ ποιμαίνει λόγῳ· αὕτη δὲ προσηνὴς ὁ λόγος, εἰ καὶ μηδέποτε λεία λοιπὸν ἤδη ἐν γυναιξίν ἐστι καλὴ, συγκαταριθμουμένη τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, καὶ τῶν ἐν αὐτῇ μικρῶν οὖσα καλλίων· αἱ γὰρ οὕτω λεγόμεναι τῆς Ἐκκλησίας γυναῖκες, τῶν ἐθνικῶνψυχῶν ἀσυγκρίτως ἀμείνους πορευομένων ὀπίσω τῶν ἐραστῶν τῶν ἀντικειμένων δυνάμεων, γυναικῶν λεγομένων, ἀλλʼ οὐ παρθένων· πῶς γὰρ οὐκ ἀμείνων, ἡ πρὸς τὸν κτίστην τὸν σαυτῆς ἀναβλέψασα; ὅμοιον δὲ τὸ Ἔξελθε, τῷ παραδοθῆναι τῷ Σατανᾷ, εἰς ὄλεθρον τῆς σαρκὸς ἀφορισθέντα τῆς Ἐκκλησίας· μετὰ τὸ καθάπερ ἔλεγε πρὸς τὰς νεάνιδας εἰσαχθῆναι παρὰ τοῦ βασιλέως εἰς τὸ ταμιεῖον αὐτοῦ.