Ancient Greek
ΚΕΦΑΛΑΙΟΝ Β΄.
Origen, Scholia in Canticum canticorum 15-2
Not analysed yet
Ταῦτα τοῖς φίλοις ὁ νυμφίος, ἤτοι ἀγγέλοις ἢ ἀνδράσιν ἀγίοις, ὅσοι τῆς Ἐκκλησίας διδάσκαλοι· ὑπὸρ σωτηρίας δὲ τῶν ἀμπελώνων ἡ προτροπή· ἵνα τῶν πανούργων συλλαμβανομένων δυνάμεων, αἵ διαφθείρουσαι τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ καρποῦ, δυνηθῶσιν αἱ ἄμπελοι προκόψαι ἀπὸ τοῦ κυπρίζειν μέχρι τῆς τοῦ καρποῦ τελειώσεως, ὑπὸ τοῦ Θεοῦ γεωργούμεναι· διὰ δὲ τὸ αὐτεξούσιον δυνάμεναι ἐνέγκαι καρπόν τε καὶ μή· ἢ τάχα καὶ ἄνθρωποι, ἀλώπεκές τινες διʼ ἑτεροδόξου δριμύτητος ἐμποδίζοντες τοῖς ἀρξαμένοις τρέχεινκαλῶς· οὓς ἔτι μικροὺς ὄντας βούλεται συλληφθῆναι πρὶν ἐπιπλέον ἀσεβείας προκόψωσι· μέγας γὰρ ἀλώπηξ γενόμενος, ἐκείνοις μὲν ἀνάλωτος, ὑπὸ μόνου δὲ τοῦ νυμφίου θηρεύεται ἀρχόμενοι γὰρ ἐνεργεἴν τὰ χείρονα, καὶ τοῖς φίλοις εὐάλωτοι· λέγει δʼ ἂν καὶ μικροὺς τοὺς ἀμπελῶνας· οὐ δύναται γὰρ κατὰ τῶν μεγάλων ἀλώπηξ.