Ancient Greek · ~3 min
ΚΕΦΑΛΑΙΟΝ Ζ΄.
Origen, Scholia in Canticum canticorum 16-3
Not analysed yet
Ἀπεικασθεῖσα φοίνικι, φοίνικα τὸν νυμφίου καλεῖ, τὸ ὕψος καὶ μέγεθος τοῦ λόγου κατανοήσασα· ἐφʼ ἂ καὶ ἤλπισεν ἀνελθεῖν ἐπὶ τέλει τῶν ἀσμάτων· ὅτε τελεία ἐστὶν ἡ νύμφη· ὅτε καὶ ἀντιλήψεται τῶν τοῦ νυμφίου μασθῶν, δηλούντων τὰ πυκνώματα· διὸ καὶ ἀμπέλου βότρυσιν ἀπεικάζονται· περὶ ἧς εἶπεν ὁ Σωτήρ· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· τὰ δὲ ἐκ τῶν τοῦ λόγου κρυπτῶν ἐκπορευόμενα, ἐπὶ τοσοῦτον ἰθύνει τε καὶ εὐφραίνει, ὥστε λέγειν ὅτε δεῖ, καὶ οἷς δεῖ, καὶ ὅσου δεῖ· τὰ μὲν γὰρ χείλη τὸν λόγον· οἱ δὲ ὀδόντες τὴν ἐχεμυθίαν ἐμφαίνουσι· κατὰ τὸ, «τῷ στόματί σου ποίησον θύραν καὶ μοχλὸν, καὶ τοῖς λόγοις σου μέτρον καὶ σταθμόν· »τῶν δὲ τοιούτων οὐ μόνον ἀσφαλῆ τὰ νοήματα, ἀλλὰ καὶ τὰ χείλη αἰσθήσει δέδεται· οἷνος δὲ ὁ ἀγαθὸς, ὁ ἐξ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προσφερόμενος.