Ancient Greek
17 to 20
Origen, Scholia in Canticum canticorum 17-20
Not analysed yet
Ὃμοιώματα χρυσίου ποιήσωμέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου. Τοῦτο δὲ, Οὐ πολὺς ἦν σὐδὲ κεχυμένος ὁ ἄργυρος· —ὀλίγα δὲ ἐν ἀποῤῥήτῳ παρὰ τῶν προφητῶν λεγόμενα (4) καὶ τῶν πάλαι σοφῶν· —ἐπιδημήσαντος δὲ τὰ ἐν τοῖς ἀβάτοις τοῦ ναοῦ, τεθεώρηται τῷ βλέποντι τὸ καταπέτασμα τὸ ἀληθινὸν σχιζόμενον ἄνωθεν ἕως κάτω ἐπὶ τῷ θεωρηθῆναι τὰ ἔνδον, ἐπὰν ὁ ἀναπεσὼν κοιμηθεὶς ὡς λέων καὶ ὡς σκύμνος ἐγερθῇ. Καὶ μετὰ ταῦτα. Τότε γὰρ οἱ σύμμορφοι γενόμενοι τῆς ἀναστάσεως αὐτοῦ, παραλήψονται αὐτοὶ (5) ἀνθομοιωμάτων χρυ σόν· πληθυνθήσονται γὰρ τῷ ἀργυρίῳ κοὶ τῷ χρυσίῳ. Ἔως οὗ ὁ βασιλεὺς ἐν ἀνακλισει αὐτοῦ, νάρδος ἔδωκεν ὀσμὴν αὐτοῦ.