Ancient Greek · ~2 min
2 to 3
Origen, Scholia in Canticum canticorum 2-3
Not analysed yet
Ὅτι ἀγαθοὶ οἱ μαστοί σου ὑπέρ οἶνον, καὶ ὀσμὴ μύρων σου ὑπέρ πάντα τὰ ἀρώματα. Ἥγουν αἱ ἀρεταί σου ὑπὲρ τὰς παῤ ἡμῖν ἀρετὰς κατὰ τὸ, Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· ἔστι γὰρ αὐτοσοφία καὶ δικαιοσύνη· ἡμεῖς δὲ κατὰ μέθεξιν σοφοί τε καὶ δίκαιοι, κατὰ προαίρεσίν τε καὶ δύναμιν, ἐν τῇ τούτων εὐωδίᾳ γινόμενοι Μῦρον ἐκκενωθέν ὄνομά σου. Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε.