Ancient Greek · ~3 min
ΚΕΦΑΛΑΙΟΝ Β΄.
Origen, Scholia in Canticum canticorum 2-2
Not analysed yet
Ἄνθος λέγει τὸ ὁδεῦον ἐπὶ τὸ γενέσθαι καρπός· ἐν οὖν τῷ περιγείῳ τόπῳ πεδίῳ ῥηθέντι, ἄνθος ἐστὶν ὁ νυμφίος λόγος ὡς πρὸς τὰ μέλλοντα· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, μεταβαλεῖ τὸ ἄνθος εἰς τὸ γενέσθαι καρπός· καὶ ἐπεὶ μὴ πλέον χωροῦσι τοῦ ἄνθους, λέγει ἐπὶ γῆς· διὰ τοῦτο γέγονεν ὁ νυμφίος ὡς ἄνθος τοῦ πεδίου· ἑαυτὸν γὰρ ἐκένωσε, μορφὴν δούλου λαβὼν, πρὸς τὸ δυνηθῆναι τὴν δόξαν αὐτοῦ μετὰ ταῦτα ἡμᾶς θεάσασθαι· μήποτε δὲ τοῖς μὲν εὐγενεστέροις καὶ ὁμαλέσι πεδίοις ὀνομαζομένοις, ἄνθος ἐστὶ, τοῖς δὲ τούτων κατωτέροις καὶ κοιλωτέροις κρίνον· ταῦτα φήσας ὁ νυμφίος παραβάλλει τὴν πλησὶον αὐτοῦ ἄλλαις θυγατράσι ταἴς λοιπαῖς ψυχαῖς, αἴτινές εἰσιν ἄκανθαι ταύτῃ παραβαλλόμεναι. Τοιαῦται δὲ αἱ μὴ πλησίον τοῦ νυμφίου ψυχαί· ἡ δὲ πλησίον κρίνον ἐν μέσῳ διαλάμπον αὐτοῦ.