Ancient Greek · ~3 min
3 to 8
Origen, Scholia in Canticum canticorum 3-5-8
Not analysed yet
Ῥυᾶμοὶ μηρῶν σου ὅμοιοι ὀραίσκοις, ἔργον χερῶν τεχνίτου. Πολλαχοῦ τάττει τοὺς μηροὺς ἐπὶ τῆς γενέσεως ἡ Γραφή· δηλοῖ τοίνυν ἐνταῦθα τῆς νύμφης τὸ τεταγμένον ἐν τῷ τῆς γενέσεως χωρίῳ καὶ εὔρυθμον, ὁμοίῳ περιτραχηλίοις κατεσκευασμένοις τῇ ἀρετῇ. Ὀμφαλός σου κρατὴρ τορνευτὸς, μὴ ὑστερούμενος κραμα· κοιλία σου, θημωνία σείου πεφραγμένη ἐν κρίτοις· . Ἐπὶ τὸν ὀμφαλὸν δὲ τὸν κρατῆρα ἡ σοφία συγκαλεῖ λέγουσα· Δεῦτε, πίετε οἶνον ὃν κεκέρακα ὑμῖν· καὶ δηλοῖ τὸ πνευματικὸν πνεῦμα· καὶ προσέθηκε καὶ θημωνίαν σίτου, ἵνα τὴν πνευματικὴν τροφὴν σημάνῃ· τὸ γὰρ θημωνία ἀντὶ τοῦ συναγωγὴ ἀρετῶν πλήθους εἰς ἐν τῇ ὁμονοίᾳ συντεταγμένη. Κρίνα δʼ ἂν εἴη καὶ τὰ ἄνθη τῆς χάριτος τοῦ Θεοῦ, ἃ συνελέξατο ἀπὸ μέσου τῶν τοῦ βίου ἀκανθῶν. Ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος.