Ancient Greek · ~3 min
ΚΕΦΑΛΑΙΟΝ Α΄.
Origen, Scholia in Canticum canticorum 5
Not analysed yet
Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. Ἥγουν ἀδύνατον (3) τὴν ἀξιέραστον λέγει ψυχὴν ἢ Ἐκκλησίαν ἢ τὸ ἡγεμονικὸν τοῦ Χριστοῦ· εἰς ὄ Παῦλος εἰσελθὼν ἕφη· Ἡμεῖς δέ νοῦν Χριστοῦ ἔχομεν, ἵνα ἵδωμεν τὰ ὑπὸ Θεοῦ χαρισθέντα ἡμῖν· τίνα δὲ ταῦτα; Ἃ ὀφθαλμὸς οὐκ οιδε καὶ ους οὐκ ήκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ταῦτα γὰρ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἐν γὰρ τῷ ταμιείῳ τοῦ νυμφίου πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι· αὕτη μὲν γὰρ ὡς προλαβοῦσα τὰς νεάνιδας εἰσήχθη, καὶ παρέστη ὡς βασίλισσα ἐκ δεξιῶν τοῦ βασιλέως, ἐν ἱματισμῷ διαχρύσῳ, κατὰ τὸν Δαυΐδ· περὶ δὲ τῶν νεανίδων, ἀπενεχθήσονται τῷ βααιλεῖ παρθένοι ὀπίσω αὐτῆς, καὶ τὰ ἑξῆς.