Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ (39)., ΚΕΦ. Α΄.
Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28) 10
Not analysed yet
Στίχ. ι΄. Καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. Ἴσως ἐρεῖ τις· Διὰ τί πρόκειται τούτοις τὸ,ᾶμεμπτοι; ἤρκει γὰρ αὐτοῖς πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς τοῦ Θεοῦ καὶ δικαιώμασιν· εἰ μὴ ἄρα ἐστὶ πορεύεσθαι ἐν πάσαις ταῖς ἐντολαῖς, οὐκ ἀμέμπτως δέ. Φημὶ δὲ οὗν πρὸς αὐτὸν, ὅτι, εἰ μὴ ἧν τοῦτο, οὐκ ἂν ἐλέγετο· Δικαίως τὸ δίκαιον διώξεις. Ἐπὰν οὖν ποιῶμεν τὰς ἐντολὰς, ὥστε καὶ ἐν τῷ συνειδότι ῥύπον κενοδοξίας, ἢ ἀνθρωπαρεσκείας, ἢ ἑτέρου τινὸς τοιούτου ἔχειν,. (43) ποιοῦμεν τὰς ἐντολὰς ἀμέμπτως.