Ancient Greek · ~2 min
EJUSDEM IN LUCAM., ΚΕΦ. Ι·.
Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28) 11-3
Not analysed yet
Στίχὶ ιά. Καὶ τὸν κονιορτόν, τὸν κοληθέτα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν, ἀπομαξόμεθα ὑμῖν Τῶν γὰρ ἁμαρτημάτων ὑμῶν ὁ κονιορτὸς δικαίας ἂν εἰς ὑμᾶς ἐπανέλθῃ. Ἁπλούστερον δέ· Βούλετο. τὸ, Ἐκτινάξατε τὸν κονιορτὸν, ἢ ὥστε δεῖξαι, ὅτ. οὐδὲν ἔλαβον παρʼ αὐτῶν, ἢ ὥστε εἰς μαρτύριον αὐτοῖς γενέσθαι τῆς μακρᾶς ὁδοιπορίας, ἤν ἐστείλστο διʼ αὐτούς. Παρατήρει δὲ, ὅτι αἱ μὴ παραδεχόμεναι τοὺς ἀποστόλους καὶ τὴν ὑγιῆ διδασκαλίαν πόλεις, ἔχουσι πλατείας· ἀναλόγως τῇ πλατεία (97) ή πύλη. καὶ εὐρύχωρος ἡ ὀδὸς ὁ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰαν οἰ ἐρχόμενοι διʼ αὐτῆς.