Ancient Greek
3 to 5
Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28) 3-2-5
Not analysed yet
Στίχ. γ΄. Καὶ ἦλλθεν εἰς πᾶσαν τὴν περίχορον τοῦ Ἰορδάνου. (76) Ποῦ ἔδει τὸν Βαπτιστὴν περιέρχεσθαι ἢ εἰς την περίχωρον τοῦ Ἰορδάνου, ἵνα, ἐάν τις βούλοιτο μετανοεῖν, εὐθέως εὐπορήσῃ τοῦ ποταμοῦ; ἑρμηνεύεται δὲ Ἰορδάνης καταβαίνων. Καταβαίνων γάρ ἐστιν ἀληθῶς ὁ ποταμὸς τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕδωρ τὸ σωτήριον. Στίχ. ἐ. (77) Φσσὶ δὲ τὴν ἔχιδναν ἐν τῷ συλλαμβάνειν ἀναιρεῖν τὸν ἐξ οὗ συλλαμβάνει ἄῤῥενα· οὗ ἡ σπορὰ αὐξάνουσα, τὴν συλλαβοῦσαν ἀναιρεῖ καὶ οὕτως εἰς φῶς ἐξέρχεται, διαῤῥήξασα τῆς μητρὸς τὴν γαστέρα, ποινὴν ὥσπερ τοῦ διαφθαρέντος πατρόςΤοιοῦτοι καὶ οἱ Ἰουδαῖοι, τοὺς πνευματικοὺς αὐτῶν πατέρας καὶ διδασκάλους διαφθείροντες χερσίν. Εἵρηται περὶ τούτων ἐν τῷ Ματθαίῳ πλατύτερον.