Ancient Greek
EJUSDEM IN LUCAM., ΚΕΦ. ΙΑ΄.
Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28) 36-2
Not analysed yet
Στίχ. λς΄. Εἰ οὗν τὸ σῶμά σρυ φωτενόν, μὴ ἕχον μέρος σκοτεινὸν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῆ ἀστραπῇ φωτίεται. Τοῦ δὲ ἐφεξῆς ῥητοῦ τοιοῦτον εἶναι τὸν λόγον νομίζω· Εἵπερ διὰ τὸ σῶμά σου φωτεινὸν γεγονέναι, φωτισθέντος ὑπὸ τοῦ λύχνου τοῦ σώματος, μηδέν ἐστιν ἐν σοὶ μέρος ἕτι σκοτεινὸν, μηδαμῶς ἁμαρτάνοντι ἕτι, οὕτως ἔσται φωτεινὸν τὸ ὅλον σῶμα, ὡς παραβάλλεσθαι τὰς αὐγὰς αὐτοῦ λύχνῳ ἐν φωτιζούσῃ ἀστραπῇ κὰν φωτισμῷ τὸ σκότος λύοντι. Ἀστραπῇ μὲν γὰρ ἔοικε λαμπροτάτῃ ὁ ἀπὸ τοῦ νοῦ φωτισμός· λύχνῳ δὲ ἐν ἀστραπῇ τὸ ἐν τῷ σώματι φῶς, πεφυκότι εἶναι σκότος, ἀγομένῳ, ὅπου ὁ νοῦς βούλεται.