Ancient Greek
EJUSDEM IN LUCAM., KEΦ. Δ΄.
Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28) 40
Not analysed yet
Στίχ. μ΄. Δύναντος δὲ τοῦ ῆλίου, πάντες ὅσοι εἶχον ἀσθενοσντας νόσοις ποικίλαις, ἥγαγον αὐτοὸς πρὸς αὐτύν. Ὁ δέ ἑνὶ ἑκάστω αὐτῶν τὰς χέρας ἐπιθεὶς, ἐθεράπευσεν αὐτούς. Περὶ δυσμὰς δὲ τούτους προσῆγον, ἤτοι μεθʼ ἡμέραν, αἰσχυνόμενοι, ἢ τοὺς Φαρισαίους φοβούμενοι, καὶ (78) περὶ ἕτερα ἀσχολούμενοι, ἢ τάχα νομίζοντες ἐμῖναι θεραπεύειν Σαββάτῳ. Ἐπεσημήνατο γὰρ ὁ εὐαγγελιστὴς, ὅτι ἦν διδάσκων αὐτοὺς ἐν Σαββέτῳ. Διὰ τοῦτο περὶ δύσιν ἡλίου τοὺς κακῶς ἔχοντας προσέφερον οἱ προσήκοντες· ὁ δὲ αὐτοὺς ἐθεράπευσε.