Ancient Greek
EJUSDEM IN LUCAM., ΚEΦ. Θ΄.
Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28) 44
Not analysed yet
Στίχ. μδ΄. Θέσθε ὀμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους. Ὁ γὰρ Υίὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χέρας ἀνθρώπων. Ὑπὸ τίνος ἄρα μέλλει παραδίδοσθαι; Ὁ μὲν Ἀπόστολός φησι παραδεδόσθαι ὑπὸ τοῦ Θεοῦ τὸν Υἱὸν, ἐκώς (96)· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ρεφείσατο, ἀλλʼ ὑπέρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, ὑπὲρ ὅλοῦ τοῦ κόσμου πεισόμενον, ἵνα ἄρῃ αὐτοῦ τὴν ἁμαρτίαν· ἐρεῖς δὲ καὶ ὑπὸ τοῦ διαβόλου παραδεδόσθαι αὐτὸν, ὑφʼ οὗ παραδίδονται τοῖς αἰχμαλωτεύσασι τὰ ζεύγη καὶ οἱ ὄνοι τοῦ Ἰὼβ, εἷτα τοῖς ἱππεῦσιν αἱ κάμηλοι, τῷ πυρὶ τὰ πρόβατα, τῷ ἐξ ἐρήμου πνεύματι αἱ τούτου θυγατέρες καὶ οἱ υἱοί. Ἔστω οὗν πρῶτον ὑκὸ τοῦ Πατρὸς παραδεδομένος ὁ Υἱὸς εἰς χεῖρας ἀνθρώπων· εἶτα ὑπὸ τοῦ Ἰούδα, εἰς ὅν μετὰ τὸ ψωμίον εἰσῆλθενὁ Σατανᾶς ἀρχικώτερον τοῦ Ἰούδα παραδιδοὺς αὐτόν. Ἀλλʼ ὁ μὲν Πατὴρ τοῦ ἰδίου οῦ οὐκ ἐφείσατο φιλανθρωπίᾳ τῇ πρὸς ἡμᾶς καὶ χρηστότητι· ὁ δὲ Ἰούδας μοχθηρίᾳ προαιρέσεως. Θανατωθεὶς δὲ, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἤτοι τῆς ἁμαρτίας, διάβολον κατήργησε. Θάνατος γὰρ ἡ ἁμαρτία κυρίως, κατὰ τό· υχὴ ἀμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. Καὶ οἱ μὲν ἄρχεστες παρ. έστησαν κατὰ τοῦ Χριστοῦ, ἡμεῖς δὲ ὠφεληθέντες τῷ ἐκεῖνον ἀπεκτάσθαι, φαμὲν τό· Δαβῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν. Σύμμορφοι γὰρ γεγονότες τῷ θανάτῳ τοῦ Χριστοῦ, οὐκέτι ἐσμὲν ὑπὸ τοὺς δεσμοὺς τῶν ἐναντίων· ἀλλʼ αὐτοὶ μᾶλλον ἐκγελῶνται παρὰ τοῦ κατοικοῦντος ἐν οὐρανοῖς Πατρός, καὶ ὑπῤ τοῦ Κορίου μυκτηρίζονται. Ἀναστὰς γὰρ συμμόρφους ἡμᾶς πεποίηκε καὶ τῆς αὐτοῦ ἀναστάσεως, οὐκέτι καθεζομένους ἐν σκότει καὶ σκιᾷ θανάτου, διὰ τὸ ἀνατεῖλαι ἐφʼ ἡμᾶς φῶς τοῦ Θεοῦ.