Ancient Greek
Paragraph 15
Origen, Selecta in Deuteronomium 15
Not analysed yet
Οὐ προσθήσεις ἐπʼ αὐτὸ, οὐδὲ ἀφελεῖς ἀπ᾿ αὐτοῦ. Οἱ ἄνθρωποι ἁμαρτάνοντες γενικῷ λόγῳ διχῶς ἁμαρτάνουσιν, ἢ ὑπερβαίνοντες τὰς ἐντολὰς ἢ ὑποκενοῦντες. Ὅταν γὰρ μὴ ἀπὸ ἐπιστήμης πολιτευόμεθα, μηδὲ γινώσκοντες τὰ μέτρα τῆς δικαιοσύνης σφαλλόμεθα, καὶ ἔσθʼ ὅτε ὑπερβαίνοντες τὸν κανόνα, φαντασίᾳ τοῦ ποιεῖν τι κρεῖττον, ἐκπίπτομεν τοῦ προκειμένου.