Ancient Greek
Paragraph 2
Origen, Selecta in Deuteronomium 2
Not analysed yet
Καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ. Οὐχ ἀπλῶς ὁ Μωῦσῆς φησιν, «εἶπον ὑμῖν» ἀλλʼ ἐπειδὴ ἔμελλεν αὐτοῦ ἀναχωρήσαντος διαδέχεσθαι αὐτὸν Ἰησοῦς ὁ τοῦ Ναυῆ, οὐκ ἄτοπόν φησι τὸ πρᾶγμα, ἀλλὰ καὶ ἑπόμενον. Προλαβὼν γὰρ, φησὶ, παρεκάλεσα, καὶ, ὡς ἐπενεύσατε, ἐπέστησα κριτάς· ὥστε καὶ τῷ κατὰ προφητικὴν χάριν καὶ ὁδηγητικὴν διαδεχομένῳ με Ἰησοῦ τῷ τοῦ Ναυῆ πείθεσθε.