Ancient Greek
Paragraph 22
Origen, Selecta in Deuteronomium 22
Not analysed yet
Ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου. Ταῦτα μὲν ὁ νόμος πρὸς ἀσθενεῖς τοὺς Ἰσραηλίτας· ὁ δὲ Κύριος ὁ ταῦτα νομοθετήσας τοῖς ἑαυτοῦ μαθηταῖς φησιν· «Ἠκούσατε ὅτι ἐῤῥήθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, »καὶ τὰ ἑξῆς, «Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ. »