Ancient Greek
Paragraph 28
Origen, Selecta in Deuteronomium 28
Not analysed yet
Τοῦ αὐτοῦ. Ἡσαΐας δὲ πάλιν γράφει· «Μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ. »Ποῖον ὕδωρ, ἐφʼ ᾧ δεῖ σπείρειν τὸ καλὸν σπέρμα; Εἴη δὲ τοῦτο βάπτισμα τῆς σωτηρίας, τὸ λουτρὸν τῆς παλιγγενεσίας. Σπεῖρε ἐπὶ τὸ μυστήριον τοῦ λουτροῦ, καὶ γίνῃ μακάριος. Ἐκεῖ βοῦς καὶ ὄνος πατεῖ, βοῦς ὁ καθαρὸς ὁ Ἰσραηλίτης, καὶ ὄνος ἀκάθαρτος ἐκ γένους ὁ ἀπὸ τῶν ἐθνῶν· ἵνα σύμβολον ᾖ ἀμφότερα τὰ ζῶα τοῦ λόγου τοῦ τοῖς ἔθνεσι κεκηρυγμένου. Πατεῖ οὖν βοῦς καὶ ὄνος, φησὶ, τοῦτο τὸ ὕδωρ ὅπου σπείρειν θέλομεν.