Ancient Greek
Paragraph 30
Origen, Selecta in Deuteronomium 30
Not analysed yet
Καὶ ἔως εἰς τὸν αἱῶνα. Ἐπειδὴ καὶ οὗτοι ἐκ πορνείας εἰσὶν ἀπὸ τῶν θυγατέρων τοῦ Λώτ· οὐ μόνον δὲ ἕως γενεᾶς δεκάτης ἄδεκτοι τῇ συναγωγῇ τοῦ Ἰσραήλ εἰσιν, ἀλλὰ καὶ εἰς τὸν αἰῶνα. Οὕτω βούλεται αὐτοῖς τὴν ἔχθραν ἀῒδιον εἶναι· κατὰ μὲν τὸ νόημα καὶ τὴν ἀληθῆ αἰτίαν τῆς θείας Γραφῆς, ἐπειδὴ τὸν Βαλαὰμ ἐμισθώσαντο, ἐφʼ ᾧτε καταράσασθαι τοῖς Ἑβραίοις, ἀλλὰ καὶ τὰς αὐτῶν γυναῖκας καὶ τὰς θυγατέρας, ὅσαι ἦσαν ὡραῖαι τῇ ὄψει καὶ καλαὶ τῷ εἴδει, προέσνησαν τοῦ γένους, ὥστε αὐτὰς δοῦναι πρὸς πορνείαν τοῖς Ἰσραηλίταις, καὶ πορνείαν διὰ τοῦτο χαλεπωτάτην προξενῆςαι τοῖς Ἑβραίοις· αὕτη δὲ ἦν τὸ ἀποστῆναι μὲν τοῦ Θεοῦ, τελεσθῆναι δὲ τῷ Βεελφεγώρ· ὅπερ καὶ γέγονεν.