Ancient Greek
Paragraph 35
Origen, Selecta in Deuteronomium 35
Not analysed yet
Καὶ κατέσπευσεν ἐξ ὄροῦς Φαράν. Τουτέστι τῷ μηκέτι τῷ Ἰσραὴλ χρηματίζειν, ἀλλὰ τοῖς ἐξ ἐθνῶν, καὶ τὸν νόμον ἔστησε. Τοῦτο γὰρ, «κατέ σπευσεν ἐξ ὅρους Φαρὰν, »εἴτουν «κατέπαυσεν. »ὅπερ ἑτέρα περιέχει γραφὴ, ἀντὶ τοῦ, σπουδαίως τὴν σκιὰν καταλείψει, καὶ τὴν ἀλήθειαν ἡμῖν φανερώσει.