Ancient Greek
Paragraph 37
Origen, Selecta in Deuteronomium 37
Not analysed yet
Καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. Τουτέστιν, ἔσωσε παραγενόμενος τοὺς οὐ λαοὺς ποτὲ, νῦν δὲ λαοὺς Θεοῦ, τοὺς οὐκ ἠλεημένους, νῦν δὲ ἐλεηθέντας. «Ἐν τούτῳ γὰρ, φησὶν ὁ ἀπόστολος Πέτρος, ἐφανερώθη ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν. »Καὶ ὁ ἅγιος Ἰωάννης λέγει ἐν τῇ καθολικῇ, ὅτι «τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον, ἵνα ζήσωμεν διʼ αὐτοῦ. »Καὶ ὁ μακάριος δὲ Παῦλός φησιν· «Ὅ γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλʼ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. »Ἐφείσατο οὖν τοῦ λαοῦ.